De lapidibus
Damigeron
Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.
4] Εἰδέναι δὲ χρὴ ὅτι αἱ κριθαὶ παλαιούμεναι πικραὶ γίνονται.
1] Τὰ ἄλευρα ἀβλαβῆ διαμένει ἐπὶ χρόνον, δᾳδίων λιπαρῶν συγκοπέντων καὶ ἐμβληθέντων εἰς αὐτά.
2] Τινὲς δὲ κύμινον καὶ ἅλας ἐξ ἴσου τρίψαντες καὶ μάζας ποιήσαντες ξηρὰς ἐντιθέασιν εἰς τὰ ἄλευρα.
1] Τῶν ἄρτι φυτευθεισῶν ἀμπέλων τὸ περιττεῦον ἀποτέμνειν δεῖ, οὐ λοξῇ τομῇ, οὐδὲ πλησίον τοῦ ὀφθαλμοῦ, ἀλλὰ ἀπέχουσαν πλέον δακτύλων δύο, μὴ πρὸς
βορρᾶν, ἀλλὰ πρὸς μεσημβρίαν, ὄπισθεν τοῦ ὀφθαλμοῦ τὴν τομὴν γινομένην, ἵνα μὴ τὸ καταρρέον ἐξ αὐτῆς δάκρυον βλάπτῃ τὸν ὑποκείμενον ὀφθαλμόν.