Declamatio 43

Libanius

Libanius, Declamatio 43, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

οὐδένα τρόπον, οὐδεμίαν ὁδὸν εἰς ἀντίχαριν τοῖς τυραννοκτονοῦσιν ὁ νομοθέ- τῆς ἀπέκλεισεν, ἀλλ’ αὐτόνομον ἀφῆκε τὴν αἴτησιν καὶ τὴν ἀντιμισθίαν τῇ βουλήσει τῶν αἰτουμένων ἀντιμετρεῖ. αἰτείτω, φησίν, ὁ τύραννον ἀνελὼν ἀγρούς, σῖτον, ἀτέλειαν, χρήματα, κτήματα, ξύμπαν ὅ τι καὶ θέλει. παρὰ τοῦ δήμου λήψε- τᾶι, ὅ τι καὶ παρ’ ἐμοῦ πρότερον τοῖς νόμοις τὴν πολιτείαν κοσμήσαντος. εἰ γὰρ ἐστενοχωρη- μένην ἔγραφε τὴν ἀντίδοσιν, πάντως ἂν ξυναποστε- νώσας καὶ τοὺς τυραννοκτονήσοντας ἔλαθεν. ὅθεν κοι- νῆς δεῆσαν τῆς τυραννοκτονίας κοινὰς καὶ τὰς δωρεὰς ἐπιφιλοτιμεῖται.

ἀποκτεινέτω, φησί, τὸν τύ- ραννον καὶ παῖς καὶ γυνὴ καὶ πατὴρ 〈καὶ μή- τηρ〉 καὶ φίλοι καὶ δυσμενεῖς καὶ αὐτόχθονες καὶ | ἐπήλυδες. πάνδημον ἴστω τὸ τρόπαιον, [*](RIV 807) ἐπεὶ καὶ τὰ ἆθλα πάνδημα. ὁ βουλόμενος τυραννοκτο- [*](8 Luc. am. 19 9 cf. p. 213, 16; 381, 18; t. VI 96, 1 sq.; t. IV 692, 25 sq. et 924, 17 R. Chor. tyr. p. 75, 11) [*](2 num ἐπινευέτω? at cf. p. 472, 12 | πῶς lacobs Lect at cf. p. 461,1 3 ὀνείδους scripsi auctoribus Lobeckio Phryn. 10 et Sinteni ὄνειδος libri Re cf. p. 452, 13; 460, 6 | τῶν νόμων scripsi auctore Sinteni coll p. 452, 7 τὸν νόμον libri Re 4 οὐδὲ μίαν MaClVat 5 νομοθέτης scripsi e MaClVat νόμος Μο Re 10 σύμπαν Ma | θέλοι Ma sed οἱ in ras m 2, ClVat | punctum post θέλει posui comma Ma Vat Re om Cl Μο 11 ὅ τι scripsi ὅτι libri Re ἔτι coni lacobs Schul | τοῦ MaCl 12 τὴν πολιτείαν scripsi e MaClVat τοῖς πολι- τείας Μο Re τὰς πολιτείας lacobs | ἐστενοχωρούμην Ma 13 ξυναποστενώσας scripsi e ClVat συναποστενώσας Ma sed ξ supra σ m 2, Μο Re 14 τυραννοκτονήσαντας MaVat 16 τὸν om Vat 17 καὶ μήτηρ inserui om libri Re)

454
νείτω καὶ δωρεὰν ἐχέτω τὴν βούλησιν.

εἰ δὲ σὺ νῦν ἄνω καὶ κάτω στρέφων τὰς συλλαβὰς πείσεις τὸν δῆμον οὐχ οὕτω φρονεῖν ὡς ἐκεῖνος ἀρχῆθεν ὡρίσατο, ὅρα μὴ πολλοὺς διαγράφειν ἐπιχειρῇς τοῦ καλλίστου τῶν τυραννοκτόνων κύκλου καὶ τὰ τῶν τυράννων καθιστᾷς βεβαιότερα τούτοις οἷς καταβάλλειν μᾶλλον ἐνόμισας.

32. Σύ μοι προφέρεις τὸν τύραννον καὶ τὰ ἐκ τῆς τυραννίδος κακὰ καὶ ἕτερ’ ἄττα ὁπόσα ἐκεῖθεν ὑπὸ πονηρῷ τῷ σπέρματι πονηρότερον ἀνεφύετο, ἐγὼ δέ σοι τὴν τυραννοκτόνον, τὴν βουλήν, τὸ ξίφος, τὴν χεῖρα, τἄλλα ὁπόσα τῶν ἀγαθῶν ἐντεῦθεν περιχορεύει τὴν πόλιν.

μᾶλλον μὲν οὖν αὐτὸς ὁ κατήγορος οἷς τὰ τῆς τυραννίδος ἐκτραγῳδεῖς, τούτοις τὰ τῆς τυραν- νοκτονίας ἐπαύξειν δοκεῖς. οὕτω τοῖς αὐτὸς αὑτοῦ περιτρεπόμενος λέληθας καὶ περιιστὰς εἰς τἀναντία τὴν βούλησιν. εἰ γὰρ οὕτως ἐκεῖνος ἦν τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον καὶ τηλικαῦτα μὲν εἰς αὐτοὺς νόμους ἡμάρτανε, τηλικαῦτα δὲ περὶ τὸν δῆμον [*](2 cf. t. VI 102, 6 9 sq. Chor. tyr. p. 51, 20 sq.) [*](1 βούλησιν scripsi e MaClVat αἴτησιν Μο Re 3 φρονῶν Vat 4 διαγράφειν scripsi e MaClVat διαγράφον Μο δια- γράφων Re 6 καθιστᾷς βεβαιότερα scripsi e Ma καθιστὰς) ClVat βεβαιότερα καθιστᾷς Μο Re | καταβαλεῖν Ma 8 τῆς om MaClVat 9 ἕτερ’ ἄττα scripsi cum lacobsio Schul coll t. V 74,14; IV 252,9 ἔτεράττα libri (ἑτεράτα Vat) ἕτερ’ Re 12 περιχορεύει scripsi e MaClVat ut coni lacobs Schul περιχωρεύει Μο Re 15 punctum post ἐπαύξειν MoCl, colon Ma Re delevi | punctum post δοκεῖς posui e ClMo cum la- cobsio Lect Schul colon Vat om Ma Re | τοῖς] τοι lacobs Schul | αὐτοῦ libri Re lacobs 16 λόγοις post περιτρεπόμενος insereDdum coni lacobs Lect | περιιστάς Μο περιιστὰς MaCl Vat 18 ἀπεκτόμενον Μο | ἐς Ma)

455
παροινῶν ἀπηυθαδιάζετο ὧς μηδέν ἂν ἔχειν εἰπεῖν τὰ παλαμναιότερα, τίνος τῆς τιμῆς, ὁποίας τῆς δωρεᾶς, πηλίκης τῆς αἰτήσεως οὐκ ἂν ἀξία νομίζοιτο ἥ γε τὸν πολὺν ἐκεῖνον γνόφον τῆς δουλείας διέλυσε καὶ δη- μοκρατίαν ἀντὶ τυραννίδος εἰσῆξε καὶ τὸ κρατεῖν ἀφε- λομένη τὸν τύραννον τοῦτο τῇ πόλει καὶ τοῖς νόμοις ἀπέδωκε;

34. Λέγε μοι, πρὸς νόμων αὐτῶν, τὰ τόθ’ ὑπὸ τοῦ τυράννου κατὰ νόμων ἐξειργασμένα καὶ ποιοῦ τὰ ἐκείνου δυσσεβήματα τῶν τῆς ἀπεκτονυίας ἀνδραγαθη- μάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν τρόπον ὅπως ὁ τύραννος ἔκειτο.

Ἐτυραννεῖτο μὲν ἡ πόλις, σὺ δ’ ὁ νῦν λαμπρὸς τὴν γλῶτταν ἡσύχαζες, ὁ δὲ δῆμος δουλοκρατούμενος οὐκ εἶχεν ὅ τι καὶ χρήσαιτο. δορυφόρους πολλοὺς ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.

πάντων οὖν ἐπὶ τούτοις δεδιότων καὶ κατεπτηχό- των καὶ πάσης ἐπιλελοιπυίας μηχανῆς καὶ μηδεμιᾶς χρηστοτέρας ὑπούσης ἐλπίδος εἶδε τὸ | κακὸν ὁπό- [*](RIV 808) σὸν ἡ φιλόπολις αὕτη καὶ μισοτύραννος, ᾤκτειρε τῆς ἀτυχίας τὸν δῆμον, ἐμίσησε τῆς ἀπονοίας τὸν ἄνδρα καὶ τὸ ἐντεῦθεν ἔργοις τὸ μισεῖν ἐβεβαίωσε. λαμβάνει [*](2 cf. p. 472, 21) [*](1 num ἀπηυθαδίζετο? | μηδέν’ ἂν scripsi μὴ δ’ ἂν Ma μηδ’ ἂν ClVat μηδὲν ἂν MoRe μηδένα Sintenis 2 τὰ παλα- μναιότερά τινος Re num τι παλαμναιότερον? at cf. p. 402, 16) [*](3 ἀξία scripsi e MaCl cum lacobsio Schul ἄξια VatMo Re) [*](6 τοὺς νόμους Vat 8 τὰ] τῆς MaCl 9 νόμον MaCl Vat | ἐξειργασμένα Ma sed α(2) add m 2 10 ἐκείνων MaCl) [*](11 τὸν om Ma 13 ἡ πόλις Ma sed ἡ π in ras m2 15 ras 1 litt ante καὶ Μο 18 καὶ inserui e Ma om ClVat Μο Re 19 μὴ δὲ μιᾶς Vat 20 ἐλπίδος in marg Ma 21 ἡ] τι Ma 23 ἔργω Vat)

456
τὸ ξίφος, αἴρει τὴν χεῖρα καὶ παραυτίκα ἐκεῖνος μὲν ἔπιπτε, τὰ δὲ τῆς δημοκρατίας ἐπηνωρθοῦτο. ἐκεῖνος μὲν καιρίαν ἐδέχετο πληγήν, ἡμῖν δ’ οὐδὲν ὅ τι τῶν ὐπ’ ἐκείνου τραυμάτων ὑπῆν ἔτι.

καὶ νῦν πολλοὶ περιεστᾶσι τὸν νεκρὸν καὶ οὐ πάντες τῆς αὐτῆς πό- λεως, ἀλλ’ οἱ μὲν τῆς ἡμετέρας, οἱ δ’ ἐξ ἀστυγειτό- νων ὄντες, οἱ δ’ ἄλλος ἀλλαχόθεν. καὶ πᾶσι θαυ- μαστόν τι χρῆμα δοκεῖ καὶ πέρα θαύματος, ἄνθρωπος ὁπλίτης, τύραννος, ἀνὴρ ὑπὸ γυναικὸς τὴν ὅλην κατα- βεβλημένος ἰσχὺν καὶ οὐδὲ ταύτης δυσμενοῦς ᾗ τυχὸν ἐκεῖνος ἐφυβρίζων ἐτρύφα, ἀλλ’ ἥν, ὅτε νόμοις ὑπέ- κυπτε, κατὰ νόμους ἠγάγετο καὶ μετὰ τὴν τῆς δημο- κρατίας ἀπόστασιν εἶχεν, ἐφύλαττεν, ἔστεργε.

καί τις οὐκ εἰδὼς παρά του τῶν εἰδότων πυνθάνεται ὅτι τοῦτον μέν τοι πονηρὸν ὄντα καὶ τύραννον ὧς μὲν πολλὴν φρουρὰν σώματος ἔχοντα, ὡς δὲ πλείους δορυφόρους κατὰ τῶν νόμων τρέφοντα γυνή τις μιᾷ πληγῇ κατήνεγκε καὶ τὴν πολλὴν ἐκείνην δορυφορίαν ἀπήλεγξεν, ἡ δὲ οὕτω τοι φιλόπολις ἦν ὡς ἔχειν τὸ μὲν σῶμα μετὰ τοῦ τυράννου, τὴν δὲ ψυχὴν μετὰ τοῦ δήμου, καὶ μέγα τι δυναμένη καὶ μείζω τῶν νόμων [*](3 Aesch. Ag. 1292. 1343 8 cf. p. 449, 9 12 cf. p. 404, 3) [*](2 ἐπανωρθοῦτο MaCl 3 ὅ τι scripsi ὅτι MaClVat ἔτι Μο Re τι Sintenis 7 ἄλλος scripsi e VatMo cum lacobsio Philostr 377 Schul ἄλλοι MaCl 9 τύραννος ἀνὴρ Ma sed ς ἀνὴρ in ras m 2 11 ὅτε reposui e libris sed ε ex ι corr Μο, cum lacobsio Anth. Pal. III 709 Schul et Sinteni ὅτι Re) [*](14 παρά του τῶν scripsi e Μο sed e παρὰ τούτων corr παρὰ του τῶν Ma παρὰ τούτων ClVat Re παρὰ τῶν lacobs Schul | πυνθάνεται inser Ma 2 15 μέντοι Μο 17 τὸν μον MaCl 19 ἀπήλεγξεν Ma sed ήλ in ras m 2 ἀπήλλαξεν Vat | τι Ma sed ι in ras 2 litt 21 δήμου in ras Ma 2 | Ma | δυναμένη Ma sed η in ras m2)

457
ὡς καὶ πάντα τρυφᾶν ὁπόσα καὶ γυνὴ τυραννοῦντος ἀνδρός, ἡ δὲ τὸ μικρὰ μετὰ νόμων δύνασθαι τοῦ πάντα δίχα νόμων ἀνθείλετο καὶ τὸ νόμος εἶναι τοῖς ἄλλοις αὐτὴ πρὸς τῆς Τύχης λαχοῦσα τοῦτο μὲν εὖ ποιοῦσα μετὰ καὶ τἀνδρὸς ἀπεσκευάσατο, ὑπὸ δὲ νό- μοις αὐτόβουλος γίνεται.

οἱ δὴ ταῦτα λαχόντες καὶ οὕτω κείμενον τὸν τύραννον ἐκπεπληγμένοι νῦν μὲν τῆς εὐμοιρίας τὴν πόλιν ἄγανται καὶ τὴν ἀπὸ γυ- ναικῶν τόλμαν καὶ τῆς εἰς ἄνδρας ἡκούσης ἀνδρείας οὐκ ἀγεννὲς τίθενται ξύμβολον καὶ τοῦ μηδὲν ἂν ἐθέ- λειν ἔξω νόμων πεπολιτεῦσθαι, εἰ δὲ καὶ πύθοιντο τὴν μὲν ὧς αἰτοίη τοὺς παῖδας, ἡμᾶς δ’ ὧς οὐκ ἐπι- νεύομεν καὶ σμικρολογοῦμεν περὶ τὴν τὰ μεγάλα δε- δωκυῖαν ἡμῖν, δέδοικα μὴ τὴν μὲν οὐδὲν ἧττον καὶ πάλιν | θαυμάσονται καὶ γενναίαν ὑπολήψονται, [*](RIV 809) τύχῃ δὲ χρησαμένην ἀγνώμονι, τοὺς δὲ ψηφιζομένους ὑμᾶς, ἀλλ’ οὐκ οἶδ’ ὅ τι καὶ φαίην, μὰ τοὺς θεούς, εἰ μὴ μετὰ τῆς νῦν ἀγνωμοσύνης καὶ τὴν ἐντεῦθεν ἀδο- ξίαν εὖ ποιοῦντες προσαναιρήσετε.

40. Παῖδες τυραννοῦντος ἀνδρὸς μετὰ καὶ [*](6 Aesch. Sept. 1053 7 Chor. tyr. p. 54, 20) [*](2 ἄνδρα Vat 4 εὖ ποιοῦσα reposui e libris cum lacobsio App Pors 303 Schul εὐποιοῦσα Re 5 τἀνδρὸς reposui e libris τ’ ἀνδρὸς Re 6 δὲ lacobs App. l. l. | λαχόντες scripsi e MaClVat λαθόντες Μο Re μαθόντες lacobs App Schul Sintenis 7 ἐκπεπληγμένῳ Μο 8 ἄγανται reposui e libris cum lacobsio App Pors 329 Schul Sinteni ἄγονται Re 9 ἀνδρίας Vat 10 ἀγενὲς Vat | ἐθέλειν reposui e MaClVat cum Sinteni Cobeto Coll 302 ἐθέλῃ Μο ἐθέλῃ Re 11 δὴ Ma | πύθοιτο Vat 17 ὅ τι scripsi cum lacobsio Schul ὅτι libri Re | φαίην scripsi e MaClVat cum Sinteni φαίη Μο Re | μὰ Ma sed α in ras m 2 19 προσαναιρήσεται Ma) [*](20 τυραννοῦντος MaCl sed in utroque ος ex ες corr | πατρὸς Vat)

458
τοῦ πατρὸς ὑπὸ τὰς δημίων χεῖρας ἀγέσθων. τοῦτο τὸ γράμμα τὸ σὸν καὶ τῆς τοῦ νομοθέτου γνώ- μης ἔλυτρον, ὁ δὲ ἐμὸς νόμος τί φησι μάνθανε· τοῖς ἀπεκτονόσιν ἄνδρα τύραννον αἴτησις ἔστω τὸ βούλημα. τίνα τούτων κρατεῖν δικαιότερον; πρὸς τῆς Δίκης αὐτῆς, ὦ ἄνδρες, σκέψασθε.

αὐτίκα ὁ ἐμὸς νόμος μετὰ τοῦ δικαίου πολύ τι καὶ τοῦ ξυμφέ- ροντος ἀποφέρεται, τὰ δὲ γράμματα ταῦτα, τοὐναντίον ἅπαν, ἀδικοῦσι τὰ καίρια. σκοπητέον γὰρ τίνος ἀνέ- καθὲν τοῖς τε νόμοις καὶ τῷ γεγραφότι τοὺς νόμους ἐμέλησεν. οὐχ ἵνα τὰ μὲν τοῦ δήμου σώζοιτο, τὰ δὲ τῶν τυραννούντων βαλλόμενα πίπτοιεν;

οὐκοῦν ὁ μὲν τοὺς παῖδας ἀναιρῶν νόμος ἐπ’ ἀδήλῳ τῆς τύχης ὠφελεῖν τι τὴν πόλιν ἔδοξεν, οὐ γὰρ ἂν εὐθὺς ὅσοι τυράννων παῖδες καὶ τύραννοι γίγνοιντο, καὶ τὸ δο- κεῖν ὠφελεῖν ἐσάπαξ, οὐ πολλάκις ἀπεκληρώσατο. κὰν μὴ νῦν ὁ τοὺς παῖδας ἀναιρῶν νόμος οὗτος φθάσῃ παρ’ ὑμῶν ἀναιρούμενος, ὁρᾶτε μὴ τοῦ λοιποῦ μετὰ τῶν πατέρων καὶ τοὺς παῖδας οὐχ ἕξετε.

τίς γὰρ ἂν οὕτω φιλοκίνδυνος ἄνθρωπος εὖ ἔχων νοῦ καὶ φρενῶν ὧς τηλικούτοις μὲν ἐπιτολμᾶν πράγμασι καὶ ὑπὸ μέσα τὰ τῶν δορυφόρων ὠθεῖσθαι ξίφη καὶ τὸν [*](3 Plat. rep. IV p. 588 E 8 cf. 1. 1 486, 5 20 sq. cf. p. 345, 16 21 cf. p. 444, 18 22 Chor. tyr. p. 62, 14) [*](1 ἀγέσθων Ma sed ν add m 2 2 γράμμα Ma sed γραμ in ras paulo maiore m2 | νομοθέτου scripsi e MaClVat λογοθέ- του Μο Re 5 κρατεῖν inserui e MaClVat om Μο Re | δι- καιότερα coni Sintenis 6 ὁ μὲν] μὲν ὁ μὲν MaClVat 7 συμ- φέροντος Ma 10 τοῖς γεγραφόσι Vat 12 πίπτοι?. at cf. p. 348, 4 sq. | signum interrogationis posui colon Vat comma MaClMo Re 14 τι om Ma | ὅσοι scripsi e MaClVat cum lacobsio Schul ὅσον Μο Re 18 ὑμῶν scripsi e MaCl cum Sinteni ἡμῶν VatMo Re 21 ἐπιτιμᾶν Vat | καὶ inserui e ΜααΜο om Vat Re)

459
περὶ ψυχῆς τρέχειν καὶ ταῦτα πάντα κινδυνεύειν ἐπ’ ἀμφοτέροις ἔχων τὴν αἴτησιν καὶ τὸ μὲν ἑαυτοῦ ἅπαν εἰδὼς ἀκριβῶς ὧς ὅλους ἀποχαριεῖται τοὺς νόμους, τὸ δ’, εἰ καὶ τὸν ἐπὶ τούτοις νόμον ἐπικυροῦν οἱ ψηφι- ζόμενοι μέλλοιεν, τοῦτο δὲ διχογνωμονοίη, δεδιὼς τού- τοὺς δὴ τοὺς μετὰ τὸ πεσεῖν τὸν τύραννον γενναίους καὶ ὑπὲρ τὸ δέον μισοτυράννους;

ὑπὸ μὲν οὖν τοῦ σοῦ τούτου γράμματος καὶ δὴ τοσαῦτα μὲν ἡ πό- λις καὶ οὕτω σμικρὰ τυχὸν ὠφελήσεται, πολλῷ δὲ πλείω τοῦ δοκοῦντος κέρδους ὑποστήσεται τὴν ζημίαν, ὁ δὲ ἐμὸς νόμος φυλαττόμενος μὲν τήν τε πόλιν φυλά- ξει τούς τε τυραννοῦντας <ἐν> δέει τοῦ πεσεῖν ὑφ’ καὶ τύχοι τηρήσει, | ἀναιρούμενος δὲ μετὰ τῶν [*](RIV 810) ἀναιρούντων παραχρῆμα κείσεται.