Declamatio 39
Libanius
Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἐποίει δέ με λογισμός τις τοιοῦτον, ὡς μὲν ἂν σὺ φαίης, εὐήθης, ἐποίει δ’ οὖν. ᾤμην ἐνδεέστερον τὸν παλαιὸν νόμον ὀργίζεσθαι τοῖς μοιχοῖς, ὡς καὶ τοὺς πολλοὺς ἐπ’ ἀλ- λοτρίους παρακαλεῖσθαι γάμους, τοὺς μὲν δοῦναι δυ- ναμένους, τοὺς δὲ πιστευομένους. μετὰ δὴ τοῦτον τὸν νόμον οὐκέτ’ ὄψει με τὸν ἔμπροσθεν, ἀλλ’ οἶον εἰκὸς τὸν ὑπὲρ γυναικὸς ἱκανῶς τεθαρρηκότα.
45. Σὺ μὲν κήρυττε, πάτερ, τοῖς περιεστηκόσι του- τοισὶ νέοις ὅτι, ὦ παῖδες, φυλάττεσθε τὰς τῶν πατέρων ὀργάς, ἐγὼ δὲ ἀντικηρύξω καὶ αὐτὸς καὶ πρεσβυτέρῳ καὶ νέῳ καὶ ξένῳ καὶ πολίτῃ καὶ παιδὶ καὶ πατρί· σωφρόνει καὶ φρίττε τὴν τοῦ γεγα- μηκότος δεξιὰν ὡς τῆς αὐτῆς εὐνῆς δεξομένης [*](2 δὲ om Μο 4 ὦ πάτερ om Laur | κατὰ om Μο | ὃν οὐκ post μοιχῶν HLaur ὃν MaCl, ἕνεκεν Μο ἐνθεῖναι HMaClLaurl 10 ἐπεὶ Mor sed γρ ἐποίει in marg punctum post οὖν posui ex Η colon Μο om reliqui libri edd 11 τοὺς inserui ex ΗΜΟΜa Οἶ’ om MBLaur I edd 12 δὲ Η | δυναμένου Ma 13 μὴ ante πιστευομένους et in marg inser Ma 2 14 οὐκ ἔτι ὢ 15 ἤδη post ἱκανῶς ὢ, pro ἱκανῶς Πα | ἱκανῶς om Ι 16 πάτερ om Μο 17 νέοις in marg Mo 2 18 ἀντικηρύξω Β ἀντικηρύττω ΗΜο ἀνακηρύξω Ι | ὃ ante καὶ(2) HMo 19 καὶ νέῳ om H MoMaClI 20 καὶ om Μ | δὲ post σωφρόνει Ι | φρίττε scripsi ex HMoMaClMBi et γρ in marg Mor φύλαττε Laur edd | πᾶς post φρίττε Ι 21 εὐνῆς δεξομένης scripsi cum lacobsio Lect νῦν εἰςδεξομἐνης libri edd sed εὐνῆς συνεισομένης coni Re)