Declamatio 39
Libanius
Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
οὐχ ὁρᾶτε καὶ νῦν [*](RIV 579) τινας πρὸς τοὺς αὐτῶν χαλεπούς; τίνας | δὴ τῆς ἀδείας δοθείσης νομίζομεν ἔσεσθαι; μὴ γὰρ ἱκανὸν οἴεσθε, ὦ ἄνδρες δικασταί, δεσμὸν εἶναι τὴν φύσιν, ἀλλὰ κρατεῖ μὲν ὡς τὰ πολλά, ὅταν δὲ τὰ νοσήματα τῆς ψυχῆς ἐρρωμενέστερα γένηται, διακόπτεται καὶ ὁ πατὴρ ἄλλο τι φαίνεται τοῦ τῆς ψυχῆς ἀναγκάζοντος πάθους.