Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
μὴ τοίνυν ζητήσῃς ὅπως τούτους ἀποστερήσεις τῆς ἀμοι- βῆς μηδ’ αὖ δύο ἢ τρεῖς ἡμέρας μεταδοὺς τῶν ὄντων εἶτ’ αὖθις εἰς τὰ αὐτὰ φέρων ἐμβάλῃς τὴν πόλιν, ἀλλ’ ἴως ἂν ὑπάρξῃ θερίζειν, τρέφε λογιζόμενος πρὸς αὑτὸν ὅτι, εἰ καὶ στῖφος ἔστι σοι μέγα τὸ μὲν κολάκων, τὸ δ’ οἰκετῶν, οὔπω ταῦτα δυνατώτερα δήμου πεινῶντος, ᾧ δικαίως ἂν εἰδείης χάριν ὅτι καὶ πόδας καὶ χεῖρας ἔχοντες κάθηνται ἀκροώμενοι λόγων.
ταῦτ’, εἰ καὶ δυσμενὴς ἄνθρωπος, ἀλλὰ πολλῷ σοι λυσιτελέστερα παραινεῖ τῶν παρὰ τῶν συμποτῶν εἰωθότων λέγεσθαι. δέχου δὲ καὶ συμβουλὴν ἑτέραν οὐδὲν ταύτης ἀτιμο- τέραν. ἡ τυραννίς, ὦ πλούσιε, πρὶν μὲν κτηθῆναι μέγιστον εἶναι δοκεῖ τοῖς ἐπιθυμοῦσιν ἀγαθόν, κτηθεῖ- σα δὲ πικρὸν εὐθὺς τῷ κατειργασμένῳ δείκνυται ὧν γὰρ ἂν αὐτὸς ἑτέρους δράσῃ κακῶς φοβεῖται μὴ πάθῃ πολλῷ χαλεπώτερα. τὸν φόβον δὲ αὐτὸς ὁμολογεῖ τῇ παρὰ τῶν δορυφορούντων φρουρᾷ.
οἱ δὲ οὐ τὸν παρ’ ἑτέρων· παύουσι μᾶλλον φόβον ἤ παρέχουσι τὸν παρ’ αὑτῶν. ὁ γὰρ ἔνα μή τις ἐπελθὼν ἀποκτείνῃ [*](1 περὶ Va | τῶν om Β | τοιούτων BVa 2 γὰρ ὑπισχνεῖτό σοι τίς Β | αἰτοῦντα om BVa 4 δημοσίω Β 5 ἀποστερήσῃς CrHBVa 6 μὴ δ’ HBVa 7 ἐς Β | ἐμβάλλῃς Va Re 8 αὐτὸν CrH edd 9 στῖφος scripsi e CrHV στῖφος BMVa edd 12 λόγον Η 13 σοι om CrHV μοι Β 14 συμπο- τῶν om Mor sed inserendum monuit Not f VI v 15 δὴ ΒΜ Va Mor | οὐδὲ HV 16 ἡ τυραννίς — 201,2 πολλάκις omissis verbis ὦ πλούσιε citat Macarius fol 79 v 18 αὖθις Β 19 αὐτοὺς Macar 21 φορᾶ Macar | τῶν Va 22 φόβον παύουσι μᾶλλον Β | φόβον μᾶλλον MVa Mor 23 αὐτῶν libri edd I ἀπελθὼν MVa Mor)