Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀλλὰ μή, πρὸς θεῶν, ὦ πλούσιε, μὴ ζητήσης διαδύσεις μηδὲ ἐκτείνῃς τὸ κακὸν πρῶτον μὲν ἐνθυμούμενος ὧς, εἰ καὶ σφόδρα τὸν δῆμον ἐμίσεις, ἱκανήν σοι δέδωκε δίκην, ἔπειτα ὁπόσον ἐξουσίας <οἴσει> σοι τὸ μηκέτι τῆς ἐμῆς ειν φωνῆς τὴν πόλιν. ἐρεῖς ὅ τι ἐθέλεις, γράψεις ὅ τι βούλει. θήσεις νόμους ἀρέσκοντας. τῶν νῦν ἐμὲ καὶ τἀμὰ μιμουμένων ἐρημίαν θεάσῃ πολλήν. μεγάλους ὄψει τοὺς σαυτοῦ κόλακας, τοὺς δὲ πένητας μικρούς, καὶ τοὺς μὲν ἀγορεύοντας, τοὺς δὲ ἐγκεκαλυμμένους.