Declamatio 35

Libanius

Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τούτων οὐδὲν ἀγνοῶ τῶν φαρμάκων, ἀλλὰ καὶ λέγειν ἂν ἔχοιμι πόλεις ὀνο- μαστὰς οὕτω σεσωσμένας. ἀλλὰ ὁρῶ τὰ μὲν ἄλλα ἡμε- ρῶν τινων χρῄζοντα, τὸ δὲ τελευταῖον ἕτοιμον μὲν καὶ πολλαχοῦ δὴ καὶ αὐτὸ πεπραγμένον, ἔχον δέ τινα ὄκνον ἐμοί. τί γάρ με βούλει παρελθόντα εἰπεῖν; ἴωμεν ἐπὶ τὰς οἰκίας τῶν πλουσίων, ἐξάγωμεν εἰς τὸ μέσον τοὺς πυρούς, μᾶλλον δέ, τὰς μὲν τῶν ἄλλων ἐῶμεν, τὸν δὲ ὁμολογοῦντα κεκτῆ- σθαι πλείους τῆς ἡμετέρας χρείας ποιῶμεν σω- τῆρα τῆς πόλεως.