Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
22. Οὐκ ἔλαβε, λέγεις. ἀλλ’ ἐζήτησεν, ἐν δὲ τῷ ζητεῖν παρέβαινε τοὺς νόμους. μηδεὶς γὰρ ἃ γενέσθαι δεινὸν ἐν δημοκρατίᾳ μηδὲ λεγέτω. τῶν γὰρ δὴ φο- βερῶν ἔργων μισεῖσθαι δεῖ καὶ τὰ ῥήματα. ὁ δ’ οὐδὲ χάριν οἶδεν ἔτι ζῶν, ἀλλ’ ἠδικῆσθαί φησιν οὐ λαβών. καίτοι τὸ μὲν σῶμα οὐκ ἔλαβεν, ἕτερον δὲ οὐκ ἔλατ- τον, εἰ μὴ καὶ μεῖζον, τοῦ σώματος ἔλαβε. τί τοῦτο; συνείθισε τὸν δῆμον τοιούτων ἀκροᾶσθαι λόγων. καὶ αὐτὸς δὲ αὑτῷ καὶ ἑτέροις οὐκ ὀλίγοις τοῖς τὰ αὐτὰ ζηλοῦν ἐθέλουσιν εὐρεῖαν ἀνέῳξεν ὁδόν.