Declamatio 35
Libanius
Libanius, Declamatio 35, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
15. Καί τινες ἐναντιοῦνται καὶ προσιόντες ἐρω- τῶσι· τί τὸ καταναγκάζον ἀποθανεῖν; ᾔδειν ὡς οὐκ ἄνευ πραγμάτων ἀποθανοῦμαι τῶν κοινωνῶν μοι τῆς πολιτείας μαχουμένων. οἶς συγγινώσκω μὲν ἀλγοῦ- σιν, εἰ τὸν αὑτῶν ἑταῖρον ὄψονται πίνοντα τὸ κώνειον, παραινέσαιμι δ’ ἂν ἐπιτρέψαι μοι χρήσασθαι τοῖς παρὰ τοῦ νόμου, ὅστις φησὶ τὸν οὐκ ἐθέλοντα ζῆν πρὸς τὴν βουλὴν τοῦτο εἰπόντα τυχόντα τῆς χάριτος ἀπελθεῖν, πρότερον πείσας ἐμαυτὸν ὡς οὐκ εἴη μοι βιωτέον.