Declamatio 26

Libanius

Libanius, Declamatio 26, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

σὺ [*](R IV 142) δὲ τίς ὢν ταῦτα | πολυπραγμονεῖς; τί δέ σοι μέ- λεῖ’ τῆς ἐμῆς τελευτῆς; πατὴρ ἐμὸς εἶ; ἀλλ’ ἀδελφὸς ἢ θεῖος; ἀνεψιὸς δέ; ἀλλὰ κοινωνὸς ἐμπορίας ἢ γεωρ- γίας; χεῖρον δὲ τοῖς σαυτοῦ πράξεις παρὰ τὴν ἐμὴν τελευτήν; ψηφίσματι δὲ κατέστης κωλυτὴς εἶναι τῶν ἐπιθυμούντων ἀποθανεῖν;

ὢ τῆς περιεργίας. οὐδὲ ἀποθανεῖν ἔξεστιν ἄνευ πολλῶν λόγων ἐν τῇ πόλει. ἄνθρωπε, μὴ γὰρ σίτησιν αἰτήσων ἥκω; μὴ γὰρ στέ- φανον; ταῦτα δὴ τὰ τῶν ῥητόρων ὑμῶν τῶν καρπου- μένων τὸν δῆμον. βαρύνομαι τῷ ζῆν, ἀπελθεῖν ἐπιθυ- μῶ. τί μοι φθονεῖς; εἶτά με ἐρωτᾷς διὰ τί βούλομαι [*](1 Plat. Menex. p. 235 B. Aeschin. Ctes. § 191 p. 81, 18 12 Isocr. or. X § 125 p. 184 c; XII § 133 p. 260 c 13 Dem. Ol. I p. 12, 1) [*](1 διαφεύγω Cl Mor 2 ἀμύναταί La sed αι in ε corr s) [*](3 μοι om HVCB Ferr 4 μοι Vi 5 διὸ 6 ἄξιον LaVi 7 ποίας Β 8 ληφθεὶς VCLaVi Ferr Re | ἀνέχεις Mor | τοῦ ante ζῆν Β 9 δὴ ante τίς Β Mor Re η 10 ἀλλὰ HVi 11 ἢ] ἀλλὰ Β 12 ταῖς HV τι Cl sed ι in ras 3 litt „malim τὰ“ Re at cf. Isocr. ll. ll. | αὐτοῦ Ferr | παρὰ ras Va2 περὶ LaViB 14 ἀπελθεῖν LaVi τελευτᾶν Va | πε- ριεργείας Mor Re | οὐδ’ LaViB 15 ἄνευ Mor 1 sed γρ ἀνά in marg | λόγων om Vi 17 ἡμῶν Mor 18 τῷ scripsi e Β coll. t. IV 178, 6 R τὸ reliqui libri sed τῶ appos Va 2 19 φρονεῖς Mor 1 sed φθονεῖς coni | εἶτα ante τί inserendum et τί pro εἶτα scribendum coni Gasda | διατί LaViCl)

529
τελευτᾶν. <οὐ> διὰ σέ. οὐ δικαίως ὑμῖν, ὦ βουλή, χολᾶν καὶ παραφρονεῖν, ὅς <ὡς> ἐπὶ πρᾳότερόν τι οἰκίας τὸ βουλευτήριον ἐπειχθεὶς εὑρίσκω τοὺς τῇδε χαλεπωτέρους τῶν οἴκοι;

οὐκ ἀπολώλεκα τὴν οὐσίαν, λέγεις. τοῦτο γὰρ οἴει μέγιστον κακόν. πόσοι δημεύσεις γενναίως ἐνηνόχασιν ἀντελπίσαντες πλοῦ- τόν γε ἕτερον καὶ τὴν παροῦσαν ἔνδειαν ἐπανορθού- μενοι τῇ παρὰ τῶν ἐπιτηδείων ἐπικουρίᾳ.

σῶόν ἐστί μοι τὸ σῶμα. τὴν δὲ ψυχήν, 00 φίλτατε, βέβλαμ- μαι καὶ περὶ τὸ βέλτιον ἐζημίωμαι. μεστός εἰμι ῥη- μάτων ἀνοήτων. μήκεσιν ἀπείροις λόγων βέβλημαι. ἀδολεσχίαις βεβάπτισμαι. πολλὴν δέδεγμαι γλωσσαλ- γίαν. καθάπερ πλοῖον θάλαττα, ὑπερέσχε με τῆς γυναικὸς ὁ κλύδων. οὔκ εἰμι φρενήρης. ἰλιγγιῶ, σκοτοδινιῶ. ταῦτ’ οὐχ ἱκαναὶ προφάσεις πρὸς θάνα- ’τον;

εἰ παῖς ἦν μοι τεθνεώς, ἦν ἂν ἐκ τῶν ταὐτὰ πεπονθότων ἡ παραμυθία καὶ ταῖς ἐπιγιγνομέναις ψεσιν ὑπεχώρουν ἂν αἰ λῦπαι. τὸ κακὸν δὲ τοῦτο [*](9 Plat. rep. IV p. 431 A | ev. Matth. 16,26 12 Eur. Med. 525 sq. Andr. 689 14 Arist. Ach. 1218 sq.) [*](1 οὐ inserui cum Gasda om libri edd 2 ὃς ὧς scripsi ὧς HVaCl Ferr et γρ in marg Mor 2 (cum venerim Wig) ὃς VC LaViB Mor Re | πραότερον libri edd | τί Η 3 εἰς ante τὸ Β Mor Re 4 ἀπολώλεκας Mor Re 6 πλοῦτος Β 7 γε om V Mor Re τε LaViVaB sed in hoc ante πλοῦτος, Cl 8 περὶ LaViCl sed in hoc in παρὰ corr m 4 | σῶιον La σῶν Misc 157 at cf. p. 313,14; t. III 429,20; t. V 316, 7 9 μὲν ante ἔστι VaBCl Mor Re | δέ γε CLa | φίλτατοι Mor Re 10 βέλ- τιστον Va 11 ἀπείρων Β Mor | ἐμβέβλημαι coni Iacobs Anth Pal III 667 at cf. p. 531, 7; t. IV 164, 9 R 12 πολλὴν — 14 δων citat Planudes fol. 105 r | δέδηγμαι Cl sed η in ε corr m 3) [*](13 πλεῖον C sed οῖ suprascr f | θάλατταν V θάλασσα Va Mor Re | ὑπερανέσχε Mor sed γρ ὑπερέσχε in marg Mor 2 15 Β | εἰς La ViCl Mor 16 ταῦτα Cl sed in ταὐτὰ corr m4 τὰ αὐτὰ Mor Re 17 ἡ om Β | ἐπιγινομέναις ὢ 18 λύπαι HC ViCl edd cf. t. III 266, 5)

530
πρῶτον μὲν μόνῳ μοι συμβέβηκε καὶ οὐκ ἔνι πρὸς παράδειγμα βλέψαντι λαβεῖν παραμύθιον τῆς ψυχῆς. ἔπειτα ἀεὶ σύνεστι πάσαις ἡδοναῖς ἐναντιούμενον, πά- [*](R IV 143) σαῖς | εὐημερίαις μαχόμενον καὶ τὰ ἀπὸ τῆς Τύχης τερπνὰ συνταράττον καὶ μεταστρέφον. εἰ οὖν δεῖ με λυπούμενον ζῆν, μὴ ζῆν μοι βέλτιον. εἰ δεῖ περιόντα στένειν, μεταστῆναι συμφορώτερον.