Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἀλλ’ οὐδὲ γὰρ τοὺς οἰκέτας, ὅταν πέδαις, ὦ Θεμιστόκλεις, καὶ μύλωνι κολάζωμεν, οὐκ ἀπολλύναι βουλόμενοι ταῦτα ποιοῦμεν, ἀλλ’ ὅπως ἂν ἀμείνοσι τούτοις χρησαίμεθα. καὶ οὕτω πανταχοῦ τοῦτο τῶν κηδομένων ἐστίν, ὥσθ’ οἱ πάντων εἶναι δοκοῦντες ἡμερώτατοι τροφεῖς καὶ βοῇ καὶ ἀπειλῇ καὶ τῷ ῥαπίσαι καὶ πολλοῖς ἑτέροις ἃ τρέφουσι λυποῦσι καὶ διὰ τῶν δακρύων τῶν ἐφ’ ἑκάστῳ τούτων φερομένων εἰς τὴν τῶν βελτιόνων ἐγκαθιστᾶσι συνήθειαν.