Oratio 32

Libanius

Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τούτων τοίνυν ἐγνωσμένων καὶ πεπηγότων ἀπιόντων ἡμῶν ἐμὸν ἔργον Θρασύδαιος ἔφησεν εἶναι τὸ μεῖναι Μενέδημον, καὶ παίζειν αὐτὸν ἡγούμενος πόσου τοίνυν ἀπεδόμην τὴν μονήν; ἠρόμην. ὁ δὲ τοῦτο μὲν ἔφη μικρὸν ὕστερον δείξειν, ἔχειν δὲ τὸ πρᾶγμα οὐκ ἄλλως, ἀλλ’ ἐμὸν εἶναι τὸ ἔργον. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ δείλης προσπεσών μου ταῖς θύραις καὶ περὶ αὐτὰς εὑρὼν παῖδα τὸν ἐμὸν καθήμενον, οὗ τἀμὰ γνώμῃ βασιλέως γέγονε κε- λεύσαντος ὑποχωρῆσαι τὸν περὶ ταῦτα νόμον, τοῦτον οὖν ὁ Θρασύδαιος εὑρὼν εἵλκυσεν εἰς λειτουργίαν [*](R II 227) βοῶν καὶ μόνον οὐ παίων λέγων αὐτὸν | κεκτῆ- σθαι γῆν ἀνδρὸς βεβουλευκότος.