Oratio 32
Libanius
Libanius, Oratio 32, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
εἰσελθόντων δὲ ἡμῶν καί τινων ῥημάτων γιγνομένων εἰς πρόφασίν τε ἑκάστου φεύγοντος ἐμὲ τοῦ πράγματος καταστήσας κύριον ὁ στρατηγὸς ἐπ’ ἀποδεδειγμένοις τοῖς πορευσομένοις εἰσ- ελθεῖν αὖθις ἔδωκεν. ἐξήλθομεν. ἐν ματαίοις λόγοις οὐκ ὀλίγον τῆς ἡμέρας διετρίβη μένειν αὑτῷ προσ- ήκειν ἑκάστου λέγοντος, ἕτερον δὲ βαδίζειν. κἀν τοις ἐμοὶ μὲν οὐδεὶς προσεῖχεν οὐδ’ ἠρώτα οὐδὲν οὐδὲ ἀπῄτει ψῆφον, ἐφ’ ἑτέρους δὲ τὴν κρίσιν ἦγον, ὥστ ἐμὲ μηδὲν διαφέρειν τῶν ἔξωθεν περιεστηκότων.