Oratio 26

Libanius

Libanius, Oratio 26, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

τὴν δὲ ἀσέλγειαν τουτωνὶ τῶν μισθωτῶν καὶ τήν γε τῶν τούτους μισθωσαμένων, οὐ γὰρ ἠγνοεῖτό γε ταῦτα, ἅπαντες μὲν ἐμίσουν οἱ λούμενοι, δίκην δὲ παρ’ ὧν ἐξῆν ἐλάμβανον ἕλκοντες, ὠθοῦντες, πλήττοντες, καὶ τοῦτο ἐποίει τῶν τὰ αὐτὰ φρονούντων φυγήν. πῶς οὖν εἰκότως ἂν ἄχθοιο πρὸς πόλιν ἦς τὸ μὲν κακῶς φρονοῦν ὀλίγον, τὸ δὲ εὖ πολύ;