Oratio 26
Libanius
Libanius, Oratio 26, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
ὅταν οὖν τι τῶν ἀγροικοτέρων γένηται, μὴ τῆς πόλεως, ὦ φίλτατε, τοῦτο εἶναι δοκείτω, τῶν δὲ ἐν τῇ πόλει τὰ χείριστα νοσούντων ἐκείνων τῶν ὀλίγων. κἀν ταῖς ἀγρυπνίαις μὴ λέγε πρὸς αὑτόν, ὅτι ταῦτα ἡ πόλις, ἀλλ’ ὅτι ταῦτά ἐστι τῶν ἐν τῇ πόλει κακίστων. ὧν ἐστι δήπου καὶ τἀν τοῖς βαλανείοις οἵ τε ἐν ταῖς κολυμβήθραις λίθοι καὶ αἱ πολλῶν θανάτων ἄξιαι λοιδορίαι καὶ νὴ Δία γε εὐφημίαι, ἄδικοι μὲν αὗται πονηρῷ γιγνόμεναι, ἄδικοι δὲ ἐκεῖναι κατὰ δικαίου τολμώμεναι τὴν αἰτίαν [*](R II 94) ἐπὶ τὸν ἄρχοντα ἄγουσαι τοῦ | τὴν θερμότητα εἶναι μαλακωτέραν.