Oratio 26

Libanius

Libanius, Oratio 26, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906

ταῦτα τοίνυν ὅταν περὶ ἁπάσης δοξάζῃς τῆς πόλεως, τοῦ προσήκοντος ἁμαρ- τάνεις. ἔχει γὰρ οὐχ οὕτω τἀληθές, ἀλλ’ ἔστι ταῦτα ὀλίγων τῶν ἐκ τῆς ἀρχῆς τῆς ἐκείνου πεπλουτηκότων, τῶν τὰς ἀδίκους καὶ μεγάλας εἰληφότων χάριτας. ἔλαβον μὲν γὰρ πολλοὶ καὶ μεστὴ τούτων ἡ γῆ, τοῖς δὲ τὰ ἐλάττω λαβοῦσι φθόνος ἔνεστι πρὸς τοὺς τὰ μείζω καὶ οὐκ ἀμείβονται τηλικούτοις.