Oratio 26
Libanius
Libanius, Oratio 26, Libanii Opera Vol 3, Orationes XXVI-L, Teubner, Foerster, 1906
μαθέτωσαν τοίνυν οἱ κάκιστοι πάντων ἀνθρώπων, ὡς οὐχ ἡδέως μὲν κολάζεις, ταῖς δὲ ἀνάγκαις εἴκεις. παίδευε δὲ αὐ- τοὺς μήτε θανάτοις μήτε πληγαῖς, ἀλλ’ ἀρκείτω δε- σμός, κἂν τὸ ἄμεμπτον ὑπὲρ τοῦ πεπλημμεληκότος ἱκετεύῃ, τυγχανέτω τῆς φιλανθρώπου ταύτης χάριτος, ὅπως ὅσον ἑτέρων καὶ ταύτῃ διαφέρεις, μανθάνωσι.