Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

| Ζεὺς δὲ κινήσας ἐκ τοῦ σκήπτρου τὸν ἑταῖρον ἑαυτοῦ καὶ φίλον ὄρνιν ἐπὶ τὸν βωμὸν ἔπεμψεν. ὁ δὲ εἰς μέσην καταποτώμενος τὴν φλόγα [*](11 Diod. Sic. XX 47 Malal. p. 199 18 II. ὢ 292. 310. 315) [*](4 π in πραξάμενος in ras C2 6 γίγνεται BMCa 9 num ἐνειστήκει? | ὡς BMCa 10 γίνεται ΑΡ | ὑπὸ τοῦ θεοῦ PCa Re 12 <μὴ> πεποιημένη? | τῆς δὲ — 13 ταράκοντα ante ἐν ταύτῃ — ἔθυε collocavi 13 στάδιοι Μ πρὸς στάδια Ca | τεσσαράκοντα I 14 μετὰ Β | ἴθυσε UI et supra ἔθυε Μο2 15 δεδεγμένου τοῦ βωμοῦ UI 16 περιῆπτε Mor num περιεῖχε’ί 17 ἀνεκαίετο Mor | ἐκ τοῦ σκήπτρου ex ἐκ σκηπτοῦ corr I2 om B σκηπτοῦ Ca sed γρ σκήπτρου in marg 18 τὸν ἑταῖρον in marg inser I | ἑαυτοῦ ex ἑαυ- τὸν corr P4 ἑαυτῶ Β et ex αὐτῶ corr Ι2 αὐτοῦ U αὐτῶ Μ 19 καταπετόμενος U et Re Anim καταπτάμενος BMCa καταπτόμενος Cobet Misc. 147)

465
ἀνελόμενος τὰ μηρία γέμοντα πυρὸς ἀπέφερε.

τοῦ συμβάντος δὲ πάντα ὀφθαλμόν τε καὶ γνώμην ἐπιστρέ- φοντος καὶ δηλοῦντος ὡς οὐκ ἄνευ θεῶν ἐδρᾶτο, τὸν υἱὸν ἐφ’ ἵππον ἀναβιβάσας ὁ Σέλευκος εἰς τὸ τὴν πτῆσιν ἀπὸ γῆς διώκειν καὶ τῷ χαλινῷ τὸν ἵππον ἰθύνειν πρὸς τὰς ὁδοὺς τοῦ πτεροῦ, βουλόμενος εἰδέναι, τί τοῖς ἡρπασμένοις ὁ ὄρνις χρήσεται.

ὁ δ’ πεύων τε καὶ ἀναβλέπων ἄγεται πρὸς τὴν Ἠμαθίαν ὑπὸ τῆς πτήσεως. οἷ δὴ κατάρας ὁ ἀετὸς ἐπὶ τὸν βωμὸν ἔθηκε τὸν τοῦ Βοττιαίου Δῖός, ὃν ἱδρυσάμενος ἦν Ἀλέξανδρος, ἡνίκα αὐτὸν εὔφρανεν ἡ πηγή· ἐδόκει τε δὴ πᾶσι καὶ τοῖς οὐ δεινοῖς συμβάλλειν ὁ Ζεὺς εἰσηγεῖσθαι πολίζειν τὸν χῶρον. καὶ οὕτως ἥ τε Ἀλεξ- άνδρου πρὸς τὸν οἰκισμὸν ὁρμὴ τε καὶ ἀρχὴ πρὸς τέλος ᾔει καὶ ἡμῖν ὁ τῶν θεῶν κορυφαῖος διὰ τῆς μαντείας οἰκιστὴς ἐγίγνετο.

ἐνταῦθα δὴ Σέλευ- κος πᾶσαν μὲν τεκτόνων συνήγαγε τέχνην, πᾶσαν δὲ εἰς ὑπουργίαν χεῖρα, πᾶσαν δὲ λίθων φαιδρότητα· ὕλη δὲ εἰς ὀροφὰς ἐτέμνετο, πλοῦτος δὲ εἰς τὴν οἰκο- δομίαν ἐξεχεῖτο.

ὑπογράφων δὲ τὸ ἄστυ τοὺς μὲν ἐλέφαντας κατὰ τὴν χώραν διίστη τῶν ἐσομένων γων, στοῶν δὲ καὶ στενωπῶν μῆκός τε καὶ εὖρος [*](22 cf. Arrian. Anab. III 2, 1) [*](4 σημείωσαι τὴν σύνταξιν Β cf. schol. ad I 427, 25 R) [*](3 δήλου ὄντος Cobet Mnem. V 107 (Coll. 103), fortasse recte 4 ἀνεβίβασεν Sintenis ,,anut ἀναβιβάζει aut pro εἰς τὸ leg. κελεύει“ Re 6 εὐθύνειν UI (sed in hoc in ἰθύνειν corr m2) et in marg Mo2 10 ι prius in Βοττιαίου in εἰ corr Β2 βοτιαίου Μο 12 τε del? | μὴ BMCa 13 τὴν χώραν Re 16 προσεγίγνετο ex ἐγίγνετο corr I2 17 δ εἰ ‘πουργίαν cum rasuris U 19 οἰκοδομὴν BMCa 20 ἀνεξεχεῖτο ἁ 22 τε om UI | εὗρος UM et ex εὖρος corr Β2 LIBANIUS ed. Foerster. I. II. 30)

466
τεμνόμενος πυροῖς ἐχρῆτο πρὸς τὴν τομήν, οὓς ἄγουσαι νῆες εἱστήκεσαν ἐν τῷ ποταμῷ.

καὶ ταχὺ μὲν ἡ [*](R 301) πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν | ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφ’ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγ- γένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδ’ ἑλομένων οἰκεῖν.

Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπ’ ἀμείνοσι μετακομι- σθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς.

Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων [*](6 Her. VIII 137 sq. Thuc. II 99. Iul. or. III 106 C) [*](2 ἑστήκεσαν APUB et Μ (sed ι eras) et I (sed ι inser m2) 3 ἐπίπλατο Α (sed μ suprascr. m2) CP 4 ἴων σ cum rasura 2 litterarum U ἰωνίας Ca 5 γρ καὶ τῶν — 6 Σελεύκῳ in marg add Mor 6 ἑ in τήμενον in ras P2, in ras I2 τήμε ὂν cum rasura 1 litterae post ἑ U τήμερον Α Μο Mor quod cor- rexit Re 7 τῇδε UIBM 8 μὲν inserui ex P2IBMCa 10 in animo habuit Euagrius h. eccl. I 20 (v. supra ad p. 453, 1) 14 προστιθέντες UBM et I sed in hoc τι eras 15 num <οὐχ> ἡ? 16 πατρὸς in marg P5, παιδὸς P2 in ras I (sed in ras m2) U et in marg Mo2, cui lectioni patrocinatur Malalas, ut genuinae πατρὸς Pausanias Damasc. apud eundem p. 204, 2 ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο, ὡς εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθηκε τὸ ὄνομα τῆς Μάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος . . . ἔστι γὰρ λῆρος . . . πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται. ἐκάλεσε. Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq. 18 prius τῶν e τὸν corr Ρ2 τὸν Μο)

467
τῶν ἑαυτοῦ τὸ ἐντιμότατον ἔνειμε.

καὶ τὸ προ- άστειον τοῦτο | δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, [*](R 302) Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ δι’ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παι- δικά.

ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.