Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ τῇ φιλανθρωπίᾳ τὸ | τῆς ἀκριβείας ἐπὶ τῶν λόγων [*](R 335) ἀναμέμικται· τὸ μὲν γὰρ ἅπασιν ἀνεῖσθαι τὰ συνέδρια τὴν φιλανθρωπίαν, τὸ δὲ τοὺς ἐπαίνους ὧν ἄξιον μόνων τὴν ἀκρίβειαν ἐνδείκνυται.

καὶ καλούντων μὲν σύνιτε, πλημμελοῦσι δὲ οὐ συγκρύπτετε, ἀλλὰ καὶ νόημα νοσοῦν καὶ σχῆμα ἡμαρτημένον καὶ ῥῆμα διε- φθαρμένον εὐθὺς ἥλω. κοινὸς δὲ τῆς κακίας ἔλεγχος ἐξ ἅπαντος τόπου κινεῖται, καὶ οὐκ ἔστι βαλλομένῳ καὶ τοξευομένῳ βλέψαντι πρός τι τοῦ θεάτρου χωρίον ἀκροατῶν ἀμαθίᾳ τὸν τῆς γνώμης ἀναπαῦσαι θόρυ- βον, ἀλλ’ ὅποιπερ ἂν ἴδῃς, ἀκριβὴς εὔθυνος ἵδρυται. [*](14 Εὐθύνω ῥῆμα τὸ εἰς ἐξέτασιν ἄγω καὶ τὸ κολάζω καὶ τὸ κατ’ εὐθεῖαν ἄγω· ὅθεν καὶ εὔθυνος, ὡς ἐνταῦθα παρὰ Λιβανίῳ, ἡ τοῦ δικαίου οἱονεὶ ὀρθότης καὶ στάθμη· ἔτι δὲ εὐθύνω καὶ τὸ εὐθὲς ποιῶ, ὃ καὶ ἀπευθύνω λέγεται εὐθύνομαι δὲ τὸ εἰς ἐξέτασιν ἄγομαι ἢ κολάζομαι Β2 (cf. Thom. Μ. s. ν. εὔθυνος)) [*](2 δὲ inser Ι2 | θεαῖς δὲ MBMoCa ς in θεαῖς inser Ι2 3 πολίτας τε ἐᾶτε χρῆσθαι Re Anim, postea coni πολίταις αὐτοί τε χρῆσθε καὶ τοῖς ξένοις οὐ φθονεῖτε πολῖται? Sintenis | τε om Μο | χρῆσθαι Μ | ε ultimum in φθονεῖτε in ras Ι2 4 ἀναμέμικται ἐπὶ τῶν λόγων Μο | τὸν λόγον CAP Mor 5 τὸ e τῶ corr Ι2 τῷ MBMoCa | ἃ πᾶσιν Μο 6 τῶ ΙΒΜο | aut εἶναι inserendum aut οἷς ἄξιον μόνοις legendum putat Re 7 μόνον UIMo | ἐνδείκνυσθε ΜΒΜοΙ sed in hoc supra ν rasura et σθε trans lineam m2 8 πλημελοῦσι ΡΙ et e πλημ- μελοῦσι corr Β | ε ultimum in συγκρύπτετε ex αι corr Ι2 | καὶ om Μο 12 ὑομένῳ in τοξευομένῳ in ras Ρ2 13 „malim ἐναναπαῦσαι aut ἐπαναπαῦσαι“ Re 14 ὅπη περ U | ης in ἴδης ex οις corr Ρ2 ἴδοις Mo num ἴδῃ ? | ἀκριβὴς — ἵδρυται citat Thom. Μ. s. ν. εὔθυνος p. 108, 19 ὅθεν καὶ εὔθυνος παρὰ Λιβανίῳ ἐν τῷ Ἀντιοχιλῷ· δικαιοσύνης ἀκριβὴς κτλ.)

502

ἄνευ γὰρ τῆς ἐν τοῖς πολιτευομένοις παιδείας τρεῖς χοροὶ ῥητόρων ἰσάριθμοι <ἐν> τοῖς δικαστηρίοις ρονται τὴν ἀκοὴν οὐχ ἦττον εἰς κρίσιν ἢ τὴν γλῶτταν εἰς τὸ συνειπεῖν τεθηγμένοι· ὥστ’ οὔτ’ εὐδαιμονέστερος οὐδεὶς τοῦ δεξιοῦ κριθέντος ἐνθάδε κακοδαιμονίᾳ τε πάντες δεύτεροι τοῦ κατεψηφισμένου. καὶ δὴ καὶ ὅστις οὐ σὺν τρόμῳ καὶ δείματι δεῦρο εἴσεισιν, οὐκ ἀνδρεῖος, ἀλλ’ ἀναίσθητος, ἀγνοῶν, εἰς ὅσον ἐμβαίνει κινδύνου.

οὕτω δὲ πάλαι τε ἐρριζώθη τῇδε τὸ χρῆμα τῶν λόγων καὶ δι’ ὁμοίας ἀκμῆς ἐχώρησε. καὶ τοῖς ἔξωθεν ἐπ’ αὐτοὺς ἥκουσι καὶ τοῖς ἁψαμένοις ἔνδοθεν | [*](R 336) ὑπῆρχε μετασχεῖν τῶν πηγῶν, ὥστ’ ἤδη δόξα νενί- κηκεν, ὡς ὅστις ἂν ἐπιβῇ τῆς γῆς, γέγευται τῆς τέχνης καὶ ῥητορείας κεκοινώνηκεν, ὥσπερ τῆς γῆς πνεῦμα ἀνείσης μουσικόν, καθάπερ ἑτέρωθι μαντικόν.

193. Οὐ δὴ θαυμαστόν, εἰ τοῖς μὲν ἄλλοις κρα- τοῦσα τῶν ἄλλων, τῇ δὲ τῆς σοφίας ἀσκήσει μετὰ τῶν ἄλλων καὶ τὰ αὑτῆς νικῶσα τοὺς ἐπὶ τὰς ἀρχὰς ἰόντας ἐραστὰς ἑαυτῇ καθίστησιν· ὧν ἑκάστῳ καὶ προοίμιον τῆς διοικήσεως καὶ μέσα καὶ τελευταῖα τό τι προσ- θεῖναι τῇ πόλει. καὶ γὰρ οὖν οἷς μὲν ὑπῆρξε προσ- θεῖναι, καθάπερ οἱ τοῖς θεοῖς μέγιστα ἀνάψαντες ἀνα- [*](4 Soph. Ai. 584 8 Xen. Cyr. II 1, 15 9 Plat. Theaet. p. 209 E) [*](1 πολιτευομένοις — 2 τοῖς om Ca 2 ἐν inserui | τοῖς ἐν τοῖς δικαστηρίοις ΒΜΜο 3 ττ in γλῶτταν in ras Ρ2 7 δ in δείματι in ras Ρ2 δείμασι Ca 8 κίνδυνον IMo Re 13 γεύεται UBMMoCa 14 ultimum ν in κεκοινώνηκεν add Ρ2 κεκοινώνηκε Α 15 ἀνιείσης ? 17 τῇ — 18 ἄλλων prae- misso κείμενον in marg add Ι2 18 αὑτῆς ex αὐτῆς corr Ι αὐτῆς Α αυτῆς U ἑαυτῆς ΒΜ 19 ἑαυτῆς Re 20 τό τι Re τί τὸ libri Mor 22 θεοῖς BMMoCa Re θείοις reliqui libri Mor)

503
θήματα, σὺν εὐφροσύνῃ τὸν ὑπόλοιπον ζῶσι χρόνον ἔχοντες ἐν ταῖς συνουσίαις ὅ τι κάλλιστον ἑαυτῶν διηγοῦνται, μᾶλλον δὲ πάντα λέγειν ἔχοντες, ἃ λαμ- πρύνειν πέφυκεν ἄνθρωπον, τὰ ἄλλα σιγῶντες ἐνὶ τούτῳ φιλοτιμοῦνται θαρροῦντες, ὡς οὔποτε αὐτοὺς λήθη καταλήψεται τῶν ἔργων αὐτοῖς ἐν τῷ καλλίστῳ τῶν ὑπὸ τὸν ἥλιον ἑστηκότων.

καὶ θαρροῦσί γε εἰκότως. ὁ γὰρ οὗ πλεῖσται σύνοδοι, τῆς αὑτοῦ γνώμης σπουδὴν ἐνδείξας εἰς ἀείμνηστον κατέθετο τὴν δόξαν, ὥσπερ, οἶμαι, τῶν ζωγράφων οἱ τὴν σοφίαν τῶν χει- ρῶν εἰς Δελφοὺς ἀναθέντες. καὶ οὐχ οἱ μὲν ἄρχοντες, οἷς ἔνι τούτου τυχεῖν ἐκ βασιλικῶν χρημάτων, ῥᾳδίως ἐπὶ τὰς προσθήκας τῆς πόλεως ὥρμησαν, οἷς δὲ θεν ἡ δαπάνη, πρὸς τοῦτο ἀπώκνησαν, | ἀλλ’ οἳ τῆς [*](R 337) περὶ τὸν βασιλέα γεγόνασιν ἑταιρίας, πλείω τῆς ἐν- ταῦθα ἀναλώσεως ἢ τοῦ προσλαβεῖν ἔσχον ἔρωτα καὶ πανταχόθεν κάλλη λίθων ἀθροίσαντες ἐγκατέμιξαν δομημάτων κάλλη τῷ ἄστει δίκην ἀστέρων καὶ γενόμενοι τῆς μεγαλοπρεπείας ἡγεμόνες πολλοὺς ἔσχον τοὺς ἀκολουθήσαντας λαμπρότερα τῆς δυνάμεως βεβουλευμένους.

ἐνταυθοῖ γὰρ ὁ μὲν οὐκ ἐγεί- ρων οἰκίαν ἢ τῶν γε οὐσῶν ὠνούμενος κἂν πάνυ πλουτῇ, μάτην ἡγεῖται πλουτεῖν, ὁ δὲ τοῦτο μὲν παρε- [*](9 Τhuc. Ι 33, 1 10 Paus. Χ 25 sq.) [*](2 ὅτι ΡΜΜο 3 διηγῶνται Ι sed ω in ras m2 διη- γεῖσθαι Μο 5 αὐτοῖς Ca 6 τῆ καλλίστη Μ 7 τῶν] τῆς ΒΜοCa | ον in τὸν in ras C2, gravis add s 8 αὑτοῦ ex γρ ἱδρύσας αὐτοῦ corr Ρ2 αὐτοῦ AIMMoCa αυτοῦ U 9 ἐνδείξας ΜΒ sed in hoc γρ νοσήσας in marg m2 ἱδρύσας Μο et γρ in marg Ca | τὴν om Mo 15 ἑταιρείας ΒΜΜο et ex ἑταιρίας corr Ι 20 α alterum in ἀκολουθήσαντας in ras I2 | α alterum in λαμπρό- τερα in ras Ρ3 λαμπρότερον U 21 ἐνταυθοῖ ex ἐνταῦθα corr I2)

504
χόμενος, τοῖς δὲ ἄλλοις εἰς στενὸν ἥκων ἐν εὐπόροις αὑτὸν ἀριθμεῖ. διὰ ταῦτα τὸ μέτρον οὐχ ἵσταται τῇ πόλει, καθάπερ δὲ ἐν ἀνθρώπου σώματι παρ’ ἡμέραν αὔξεται.

196. Καὶ δὴ καιρὸς ὑπέρ τε τῆς θέσεως καὶ τοῦ μεγέθους ἤδη διελθεῖν. οἶμαι γὰρ οὐδεμίαν φανεῖ- σθαι τῶν οὐσῶν, ᾗ μέγεθός ἐστι τοσοῦτον ἐν οὕτω καλλίστῃ θέσει. ἀρξαμένη γὰρ ἐξ ἔω πρόεισιν ἐπὶ δυσμὰς ἰθυτενής, δίδυμον στοῶν ὕψος ἐκτείνουσα. διίστησι δὲ αὐτὰς ἀπ’ ἀλλήλων ὁδὸς ὕπαιθρος ἐστρω- μένη λίθῳ κατὰ τὴν στοὰν τὸ εὖρος.

ἔστι δὲ τὸ μὲν μῆκος οὕτω πολὺ τεταμένοις τούτοις, ὥστε λεαί- νοντι μὲν μόνον τοσοῦτον χῶρον πολλῆς ἂν δεῆσαι χειρός, βαδίζοντι δὲ εἰς τέλος ἀπ’ ἀρχῆς μόχθον εἶναι καὶ τῆς ἐξ ἵππων δεῖν βοηθείας, οὕτω δὲ ὕπτιον καὶ συνεχὲς διὰ τέλους, οὐκ ἐξηλλαγμένον οὔτε χαρά- [*](R 338) δρᾶις | οὔτε πρανέσιν οὔτ’ ἄλλων δυσκολιῶν εἴδεσιν, ὥσπερ ἐν γραφῇ χρωμάτων κατ’ ἐξουσίαν προσελθόν- των.

στενωποὶ δὲ ἀπὸ τῶν στοῶν τὰς ἀρχὰς εἰληφότες οἱ μὲν ἐπ’ ἄρκτον ἴασι δι’ ὁμαλοῦ τοῦ παν- τός, οἱ δὲ ἐπὶ μεσημβρίας πρὸς τοὺς πρόποδας τοῦ [*](2 διαταῦτα ΑΙΒΜ 3 ἡ et αν in ἡμέραν in ras Α2 καθημέραν Μο 5 titulus περὶ τῆς (om I) θέσεως καὶ τοῦ (om I) μεγέθους τῆς πόλεως add I, post θέσεως inser Μο) in marg CAIBMo | θέσεως inser Ι2 | τῆς πόλεως post θέσεως UI sed in hoc τῆς inser m2 6 ἤδη inser I2 | φανῆναι Re 9 εἰς εὐθύ τεταμένη m2 supra ἰθυτενὴς Β 10 post δὲ rasura 2 litterarum Β 11 λίθω Μ λίθοις ΒΜο | εὗρος ΙΒ 12 τούτω Μο 13 μόνον post 14 βαδίζοντι transponere voluit Re | δεῆσαι e δεήσαι corr Ρ2 14 ἀπαρχῆς Β 16 διατέλους ΡΜο | ι in χαράδραις inser Ρ2 17 „malim ἄλλοις“ Re 18 προελθόντων maluit Re, fortasse recte 21 μεσημβρίαν Re, at cf. Her. VI 34 οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην — καὶ ἐκτρά- πονται ἐπ’ Ἀθηνέων | post τοῦ rasura 2 litterarum in C)

505
ὄρους ἀνατείνουσιν ἠρέμα μέχρι τοσούτου τὴν οἴκησιν προάγοντες, μέχρι τοῦ σώζεσθαι συμφωνίαν πρὸς τὸ λοιπὸν σχῆμα τῇ πόλει καὶ μὴ τῷ λίαν ἐξῆρθαι τῆς λοιπῆς οἷον ἀφεστάναι.

οὐ γὰρ ὑπερβᾶσα μνοὺς καὶ βάραθρα καὶ ταῦτα μεταξὺ ἑαυτῆς ποιήσασα καὶ λαβομένη μικροῦ του χωρίου κατὰ μέσας τὰς νας τοῦ ὄρους οἰκίας ἐνέθηκε φόβον ταῖς ὑποκειμέναις τὰς ἐπικειμένας, ὥσπερ τὸν τοῦ Σισύφου πέτρον, ἀλλ’ ἐφ’ ὅσον ἔμελλε διὰ συνεχοῦς προβήσεσθαι, τοσοῦτον κατασχοῦσα τὴν εὐσχημοσύνην τῷ πλήθει συνδιεφύ- λᾶξεν.

ἀνέχει δὲ τὸ ὄρος παρεκτεινόμενον ὥσπερ ἀσπὶς εἰς ὕψος προβεβλημένη, τοῖς δὲ ἐπὶ τῆς ὑπωρείας ἐσχάτοις οἰκοῦσι φοβερὸν μὲν οὐδὲν οἷον ἐξ ὄρους, πάσης δὲ εὐθυμίας ἀφορμαὶ πηγαὶ καὶ φυτὰ καὶ κῆποι καὶ αὖραι καὶ ἄνθη καὶ ὀρνίθων φωναὶ καὶ τὸ πρὸ τῶν ἄλλων ἀπολαῦσαι τῶν ἠρινῶν.