Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

συνεπελάβοντο δὲ καὶ γυναῖκες τοῦ ἔργου οὐχ ὅσον κραυγῇ καὶ ὀλολυγῇ καὶ λίθοις ἀπὸ τοῦ στέγους, τοῦτο δὴ τὸ Πλαταιᾶσιν, ἀλλ’ ἄντικρυς εἰς χεῖρας [*](11 Τyrt. fr. 15, 3 sq. Xen. de re equ. 10, 15 18 Thuc. II 4, 1) [*](2 φόρων ΑΡ sed in hoc punctis del, UCa Re om reliqui libri, sed in marg C s γρ φόρων πορείαις et in I vox supra lineam inter ταῖς et πορείαις inserta sed postea erasa, Mor cancellavi ἅτε ἐν φώρων π. coni Re 3 φθείραντες e BMCa auctore Re φθείροντες reliqui libri Mor 6 γὰρ] δὲ Ca 8 αὐτοπιστίαν Mor αὐτοψίαν τῶν δρωμένων Gasda | 10 τες in ἀναμείναντες in ras I2 11 δέξασθαι Mor | καί om Μο | προβαλόμενοι scripsi e CP auctore Re προβαλλόμενοι reliqui libri edd 12 μὲν om Μο 16 λοιπῶν Μο 17 συν- επέλαβον — 491, 1 ἐλθοῦσαι citat Plan fol. 99 17 συνεπε- βάλοντο Ca 18 κραυγὴ scripsi (Mus. Rhen. 32, 93) coll. Thuc. 1. 1. τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγὴ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων Ὀργῆ libri Plan edd | τέγους Μ)

491
ἐλθοῦσαι καὶ γευσάμεναι παρατάξεως καὶ τραυμάτων καὶ τὸν ἐπ’ Ἀμαζόσι πιστωσάμεναι λόγον· ὥστε οἱ μὲν ἔκειντο, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ ἡ τυραννὶς οὐκ ἤρκεσεν ἡμέραν εἰς δευτέραν.

163. Τοιαύτη μὲν ἐν τοῖς ἐπείγουσι τῶν κινδύνων ἡ πόλις σώζουσα τὰ τολμήματα τῶν προγόνων | ἐν [*](R 326) τῇ φύσει. σκοπῶμεν τοίνυν, εἰ καὶ τὰς ἄλλας ἀρετὰς Ἀθηναίων ἐφύλαξεν, οὓς ἐδέξατο συνοίκους.

164. Οὐκοῦν μέγιστον μὲν κατ’ ἐκείνων ἐγκώμιον, ὅτι κοινὴν καταφυγὴν ἀνέῳξαν τοῖς δεομένοις τὴν αὑτῶν, καὶ συνέρρεον πανταχόθεν Ἀθήναζε ξένοι, ἡμεῖς δὲ καθ’ Ὅμηρον μακρῷ ταύτῃ πατέρων ἀμείνους· οὐ γὰρ ἔστι πόλις, ἦς οὐ δεδέγμεθα μέρος. ἀλλὰ πλείους μὲν ἀφ’ ἑκάστης οὐκ ἔστιν εἰπεῖν, οὐ πολλῷ δὲ ἐλάτ- τους τῶν καταμεινάντων ἑκασταχοῦ τοὺς δεῦρο μετα- στάντας δεδέγμεθα, τοὺς μὲν τρυφῆς ἐπιθυμίᾳ, τοὺς δὲ κατ’ ἐμπορίας λόγον, τοὺς δὲ κατ’ ἐπίδειξιν ὧν ἐπίστανται, τοὺς δὲ ὡς ἐπὶ πενίας ἀπαλλαγῇ.

ἄγει δὲ τοὺς μὲν ὑπεροψία τῆς ὑπαρχούσης ὡς ἐλάττονος, τοὺς δὲ ἀέρων ἔρως τε καὶ φυγή· φεύγουσι μὲν γὰρ τὸν αὑτῶν, ἐρῶσι δὲ τοῦ παρ’ ἡμῖν. ὥσθ’ οἱ καθ’ [*](9 Dem. Phil. II 9 p. 68, 2 10 Thuc. II 39, 1 12 II. δ 405) [*](1 ἰοῦσαι Α sed in marg γρ ἐλθον͂σαι, Ρ Re 2 τῶν et λόγων Ca 4 εἰς ἡμέραν δευτέραν BMCa 5 μέντοι BMCa 11 αὐτῶν UB 13 οὐ om MCa Mor | ἐδεδέγμεθα MCa Mor δεδἐσμεθα Μο | πλείονας ΒΜ 14 ἐφ’ Μο 15 τῶν om Μο 17 ἐμπορίαν λόγων Gasda coll. or. I p. 110, 1 ἐξ ὅσουπερ ἐμπορία λόγων, fortasse recte, at cf. Her. III 139, 1 ἀπίκοντο κατ’ ἐμπορίην et Isocr. trapez. (or. XVII) 4 p. 359 3, ἐξέπεμψεν ἅμα καὶ κατ’ ἐμπορίαν καὶ κατὰ θεωρίαν et p. 492, 2; 508, 12 20 ἀέρος Β om Μο 21 αὐτῶν Μο edd)

492
ἑκάστην πόλιν ὑπολειπόμενοι μέν, φοιτῶντες δὲ παρ’ ἡμᾶς ἐπιδημίας λόγῳ παρὰ πολίτας φοιτῶσι. τοσού- τοις ἐντυγχάνουσιν ἕκαστοι <τοῖς> τῆς αὑτῶν.

δὴ καὶ εἴ τις γνώμην ἔχοι τὴν γῆν ἐπιέναι κέρδος ποι- ούμενος οὐ τὴν ὄψιν τῶν πόλεων, ἀλλὰ τὴν μάθησιν τῶν παρ’ ἑκάστοις τρόπων, τούτῳ τὴν πλάνην ἡ πόλις ἀφαιροῦσα τὴν σπουδὴν πληροῖ. καθήμενος γὰρ ἐπὶ τῆς ἡμετέρας ἀγορᾶς εἰς ἁπάσης πόλεως πεῖραν ἀφί- ξεται· τοσούτοις τοῖς ἑκασταχόθεν διαλέξεται.

καὶ οὐ τοῖς ταύτην ἀνθῃρημένοις τῆς αὑτῶν εἰς ἐλάττωμα [*](R 327) κέκριται τὸ | μὴ τὴν αὑτῶν οἰκεῖν, ἀλλ’ οἱ κατα- μείναντες οἴκοι τούτους ζηλοῦντες αὑτοῖς ἐπιτιμῶσιν οὐ μεταστᾶσιν. οὕτω κοινὴ μετουσία τῶν ἀγαθῶν τῇδε πρόκειται. καὶ οἵ τε ξένοι στέργουσιν ὡς οἰκείαν ἣν ἀντὶ τῆς οἰκείας εἵλοντο, οἵ τε πολῖται τῶν ξένων οὐκ ἀξιοῦσι πλεονεκτεῖν, ἀλλ’ ἀσπάζεται τὰς ἀρετὰς τῶν ἐπελθόντων ὥσπερ ἀμέλει τὰς τῶν ἐκγόνων, μουμένη κἀν τούτῳ τοὺς Ἀθηναίους.

ὥσπερ γὰρ ἐκεῖνοι τοῖς ἐκ Πύλου μετέδωκάν τε τῶν παρὰ σφίσιν ἀρχῶν καὶ ἐπὶ τῶν μεγίστων ἐχρήσαντο, οὕτως ἡμεῖς [*](18 Ηer. V 65 Paus. II 18, 9) [*](1 ὑπολιπόμενοι C sed οι supra ι scr. s, ΑΡ Re, quod cor- rexit Sintenis ἀπολειπόμενοι MCa 2 παραπολίτας Μο τοσούτων Μο 3 τοῖς τῆς scripsi coll. 1. 9 τοῖς UIBMoCa M sed in hoc οι in ras τῆς reliqui libri edd 4 οἱ in ἔχοι in ras I2 ἔχει UMMoCa 5 οὐ] εἰς Ca 6 τρόπον Μο | τούτων Μο 10 ἑαυτῶν Ι αὐτῶν Ca 11 αὐτῶν UBMCa et in αὑτῶν corr Ι2 16 οὐκ et ιοῦσ in ἀξιοῦσι in ras I2 | ἀλλ’ et δσπάζε in ἀσπάζεται in ras Ι2 ἀλλὰ Μο 17 ταῖς Μο | κ in ἐκγοόνων in ras Ρ2 ἐγγόνων Α Re cf. Plat. III 595 Α τραχείας χώρας ἐκγόνων 18 κἂν Re ἐν Mor 19 πολέμου Μο | τὰ τῶν Μο 20 ς in οὕτως in ras Ι2 οὕτω καὶ U)

493
τὰ κράτιστα ξένους τε ἐτιμήσαμεν καὶ ξένων ἀπελαύ- σαμεν, ὥστ’ ἔτι καὶ νῦν εἰς τὰ πρῶτα τελοῦσιν αἱ τούτων οἰκίαι.

169. Τῶν δὲ ὡς ἡμᾶς μεταστάσεων ἄνωθέν τε ἀρξαμένων καὶ οὐ πεπαυμένων, οἶμαι δὲ οὐδὲ παυσο- μένων εἰκότως εἰς πλῆθος ἐπέδωκεν ἡ πόλις. καὶ γέγονεν αὐτῇ τοῦτο γνώρισμα ἐναργέστατον τὸ τοὺς ἐνοικοῦντας εἰς ἀριθμὸν ἀγαγεῖν εἶναι μόνου τοῦ Πυ- θίου, ᾧ δὴ καὶ τὴν ψάμμον ὁ χρησμὸς ἠριθμῆσθαι λέγει.

τοσαύτη γὰρ οὖσα καὶ ἐπὶ τοσοῦτον προ- βαίνουσα τῆς γῆς ἅπασα καθ’ ἕκαστον μέρος ἐφαμίλ- λως ἀναμεμέστωται, κἂν τὰ πρὸ τῶν πυλῶν ἐξετάσῃς κἂν τὰ εἴσω πρῶτα κἂν τὰ παρ’ αὐτά, | κἂν εἰς τὰ [*](R 328) μέσα προβῇς κἂν εἰς τοὺς στενωποὺς μεταβῇς κἂν εἰς τὰ πέρατα κύκλῳ τὸν ἐξετασμὸν μετενέγκῃς, πάντα ἴσῃ τῇ πολυανθρωπίᾳ βρύει, καὶ τοσοῦτον ὂν τὸ ἐν [*](9 Her. I 47. Schol. ad Arist. Ach. 3. Suid. s. v. ψαμ- μακοσιογάργαρα 12 Arist. Ran. 1084) [*](1 τὲ inser Ι2 om ACPU Mor τ’ Re | ων in ξένων in lacuna 2 litterarum C2 2 ὥστε Mo | ἔτι om Mo ὡς 4 περὶ τοῦ (om CB) πλήθους in marg CI2B | εἰς Α εἰς UMo 5 „malim καὶ οὔπω“ Re 11 ἅπασα — 12 ἀναμεμέστωται citat Plan fol. 99 12 ἀναμεμέστωται C sed prius ε in ras m2, et Ι sed να in ras et γρ ἀπο suprascr. m2 ἀπομεμέστωται ΒΜΜοCa Plan | τά πρώτων Mor corr Koen. Greg. Corinth. p. 197 Sch. | ἐξετάσῃς — 15 κύκλω om Ca 13 κὰν alterum scripsi καὶ libri edd | αὐτὰ scripsi auctore Re αὐτὰς libri edd | inter αὐτά et κἂν leguntur verba οὐ λέπει in CAU sed in hoc praeter o erasa, et Mor, quae cancellaverunt Re et Iacobs in Ι est rasura 3 vel 4 litterarum δήπουθεν in ras Ρ2 14 prius εἰς om Μο | τοὺς om ΙΜο 16 ἴσῃ in marg P2 | πολὺ in πολυανθρωπία in ras P2 φιλανθρωπία Α | τὸ ἐν μέσω bis, sed alterum atramento rubro deletum Β)

494
μέσῳ στρεφόμενον ἴσον οἴκοι καταλείπει τὸ οἰκουροῦν.

τὰς μὲν οὖν Ἀθήνας Ἀθηναῖοι φόβῳ τῆς δαιμονίων ἐμβολῆς ἐκλιπόντες τοὺς δήμους ἐνέπλησαν, καὶ ἦν τῇ πόλει πλῆθος ἡ τῶν ἀγρῶν ἐρημία, πὰρ ἡμῖν δὲ τῶν ἀγρῶν πολλοὺς τῶν ἀστικῶν ἐφελκομέ- νων, ὥσπερ κεκενωμένων, ἡ πόλις εἰς πλῆθος ἀνθεῖ καὶ οὕτω διὰ πάσης ἡμέρας ἐπ’ ἀγορᾶς ἴσον, ὥστε πληθούσης ἀγορᾶς οὐχ ἔν τι μέρος τῆς ἡμέρας τῇδε δηλοῖ καὶ σφόδρα ἔν τι δηλοῦν ἑτέρωθι· τὸ γὰρ ὡμα- λισμένον οὐδὲν ἐξαίρετον τῆς ἡμέρας μέρος ἀκοῦσαι συγχωρεῖ, ἀλλ’ ἢν εἴπῃς πλήθουσαν, πάντα τὸν χρό- νον δεδήλωκας.

ὥσπερ γὰρ τῶν ποταμῶν ὁπόσοις οὐ σχίζουσι τὸ ῥεῦμα πέτραι τινὲς κατὰ τὸ μέσον [*](14) ἀνεστηκυῖαι, διὰ μιᾶς συνεχοῦς ὄψεως ὁ πόρος πρό- [*](R 329) εἰσιν, | οὕτως ἐνταῦθα τῶν βαδιζόντων ἡ πυκνότης οὐδὲν ἐν μέσῳ ψιλὸν ἐᾷ φανῆναι, ὥστε τῷ πρῶτον ἐπιστάντι καὶ θεωμένῳ δόξα ἂν παρασταίη εἶναι μέν τινας ἵξω τῆς πόλεως ἑορτὰς καθ’ ἑκάστην πύλην, νόμῳ δέ τινι τὴν πόλιν εἰς ταύτας κενοῦσθαι μεριζο- μένων τῶν οἰκητόρων κατὰ τὴν βούλησιν.

ἐνὶ δ’ ἄν τις δυσχεράναι τὴν πόλιν, ὅτι τοῖς ἐπειγομένοις [*](2 Thuc. II 14 et 52) [*](1 ἴσον in ἴσον corr I3 2 οὖν inser Ι2 3 ἐμβολῆς inser I2 om U 4 καὶ — ἐρημία citat Plan fol. 99 | ἡ om Μο | ἀνδρῶν Ca 5 ἀστυκῶν UI 6 κεκενωμένη coni Re 7 πα cum rasura 1 litterae U | ἡμέρας Ι sed ας in ras m3 η ρας cum rasura 2 litterarum U | ἐπ’ ἀγορᾶς inser I2 | ὥστε διὰ πλ. Μο 12 ὥσπερ — 16 φανῆναι citat Plan fol. 99 13 τὸ (2) om Μο Plan inser Ι2 14 ἑ στηκυῖαι Ca | ὁ πόρος om Μο 18 ω et ης in ἔξω τῆς in ras I2 | ἑορτὰς ἔξω τῆς πόλεως Μο 20 τὴν om ΒΜ | ἐνὶ — 496, 3 νεώς citat Plan fol. 99)

495
ἐλθεῖν ποι διὰ τάχους κώλυμα παρέχεται τὸν ὄχλον ἀνακόπτουσα τοῖς ἀπαντῶσιν ὥσπερ κύμασιν ἀντι- προσώποις δρόμον νεώς.

174. Καὶ τοίνυν τοῖς μὲν τὸ πλῆθος ὁρῶσι, τὴν δὲ τῆς γῆς φορὰν οὐκ εἰδόσι φόβος ἂν γένοιτο περὶ τῆς τροφῆς ἦς δεῖ τοσούτοις. τῷ δὲ τὴν μὲν ἀκούοντι, τὸ δὲ οὐκ εἰδότι θαῦμα ἂν παρασταίη, τῇ ἀναλοῦται τροφῇ. οὕτω τῇ τε γῇ πρέπων ὁ ὄχλος ὁ παρ’ ἡμῖν τῷ τε ὄχλῳ τῆς γῆς ἡ φύσις, δι’ ἣν οὐδεπώποτε τὸν Ξένιον ἠναγκάσθημεν ἀδικῆσαι Δία διὰ τῆς περὶ τοὺς ξένους ὠμότητος, καίτοι τὸ δειγμα τῆς Ῥώμης ἔχοντες, ἣ τὴν τῶν ἀναγκαίων σπάνιν, ἡνίκα ἂν τοῦτο συμπέσῃ, τῇ τῶν ξένων ἐλάσει πρὸς ἀφθονίαν μεθίστησιν.

ἡμᾶς δὲ | οὐ κατέ- [*](R 330) κλεισεν εἰς τοιαύτην ἴασιν ἡ γῆ, οὐδ’ ἔστιν ὅτε τοῦ πλήθους αὑτὴν ἀπεστέρησεν ἐπὶ τῷ τὸ λειπόμενον σῶσαι, παλαιόν, οἶμαι, νόμον αὑτῆς τηροῦσα ξένων συμφορὰς λύειν, οὐ ποιεῖν, ἐπεὶ καὶ τὸν παῖδα Ἀγα- μέμνονος μετὰ τὸν φόνον τῆς μητρὸς διὰ τῆς ἄλλης [*](12 ep. 1439. Themist. or. XVIII p. 222 a. Ambr. de off. III 7. Amm. Marc. XIV 6, 19 cum nota Valesii. Symm. ep. II 7.) [*](4 περὶ τῆς τῶν καρπῶν φορᾶς titulus in marg CABMo 7 τὸ] τῶ Β et in το corr U | παρασταίη om Re 8 υ in ἀνα- λοῦται in ras Ρ2Ι2 ἀναλοῦνται Β | τε om Mor | ὁ inserui ex UI om reliqui libri edd 9 τῆς om M 10 οὐδεπώποτε ex οὐδέποτε corr I2 οὐδὲ πώποτε ΑΒΜ | ἠναγκάσθημεν τὸν ξένιον U et litteris β et α suprapositis I2 | ἀδικῆσαι] ἀναγκάσαι Μο | Δία διὰ scripsi e BMCa cum Valesio ad Amm. XIV 6, 19 p. 27 δία reliqui libri διὰ edd 11 ς in τῆς erasum I | ὠμότητι Ι sed ι in rasura 2 litterarum m2 12 ῥώμης in marg Ι | τῆ et 13 σπάνει Mo 13 τῶν om Μο 15 γῆι C 16 αὑτὴν ex αὐτὴν corr Ι2 αὐτὴν MoCa ἀυτὴν U | τῷ inser M2 17 αὑτῆς ex αὐτῆς corr Ι2 αὐτῆς BMMoCa αυτῆς U 19 μετὰ] πρὸς Μο | τὸν φόνον] τῶν παίδων Ca)

496
ἁπάσης λυττῶντα κατὰ κράτος ὑπὸ τῶν θεῶν διωκό- μενον, αἱ τῇ μανίᾳ τὸν νεανίσκον ἐκόλαζον, ἥδε ἡ γῆ πρὸς τὸ σωφρονεῖν ἐπανήγαγεν. ὡς γὰρ ἐπέβη τοὺς ὄρους, ἐλέλυτο ἡ νόσος, καὶ τὸ συμβὰν ὄνομα τῷ τόπῳ γίνεται.

176. Ἀλλ’ ἐνταῦθα μὲν οὐκ οἶδ’ ὅπως ἐξηνέχθην ὑπὸ τῆς περὶ τὸν Πελοπίδην ἡδονῆς, ἐπανακτέον δὲ τὸν λόγον ἐπὶ τὴν τῆς δυνάμεως βάσανον, ἦς ἒν μὲν ἱκανὸν τεκμήριον τὸ τοῖς ἐνοικοῦσιν ἀρκεῖν, ἕτερον δὲ νῦν ἐπιθήσω σαφέστερον.

177. Τοῦ γὰρ Περσικοῦ τούτου πολέμου ῥαγέντος, ἐφ’ ὃν ἐκ παλαιῶν ἡ Περσῶν ἀρχὴ παρεσκευάζετο [*](R 331) χρόνων καὶ τῆς χρείας | ἀντιπαρασκευὴν ἀπαιτούσης ἀξιόμαχον καὶ πρό γε τῆς παρασκευῆς χωρίον ἐπιτήδειον δέξασθαι πάντα ὅσα πόλεμος τοσοῦτος ποθεῖ, ἥδ’ ἐστὶν ἡ παρελθοῦσα τὴν χρείαν τῇ περιουσίᾳ καὶ συναγα- γοῦσα τὰς δυνάμεις εἰς τοὺς ἑαυτῆς κόλπους καὶ τὴν στρατιὰν ἀθρόαν, ἡνίκα καιρὸς ἐκάλει, προπέμψασα.