Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

αἴτιον δὲ φροσύνη τις ἔμφυτος, δι’ ἣν οὐκ ἀνέχονται μείζω λόγον ὑπὲρ ἑτέρων εἰς τὴν ἑαυτῶν φοιτᾶν ἢ περὶ τῆς ἑαυτῶν ἑτέρωσε φέρεσθαι νομίζοντες ἀνεπίφθονον τὴν οἰκείαν ἐν οἶς ἔξεστιν ὑψηλοτάτην ποιεῖν.

139. Σοφίας τοίνυν καὶ τῆς ἐν λόγοις ἰσχύος τοσοῦτον ἡ βουλὴ μετείληφεν, ὥστε φαίης ἂν αὐτὴν χορόν τινα εἶναι σοφιστῶν ἐν ταῖς ἀρχαῖς τοῦ βίου τὴν τέχνην ἐπιδεικνύντων. οὕτως αὐτοῖς νοῦς τε ὀξὺς [*](2 Τhuc. VII 86, 2) [*](2 σφίσιν σφίσιν delet Cobet Mnem. V 108 (Coll. 104) contra usum Libanii 4 δ’ Ι 5 καλλίω Sintenis 6 δ’ Re 9 ἀνα et α in ἀναλωμάτων in ras C2 10 πάροδον scripsi auctore Re Anim παράδοξον libri edd παραδοχὴν Sintenis 10 καὶ — 11 ἐμβαίνοντες inser in marg Μο2 14 τίς IBMo 15 παρ’ U et in ras Ρ4 | παρὰ UP (sed in hoc ambo α in ras m4) Ι (sed περὶ suprascr. m3) Mor (γρ περὶ in marg) 18 περὶ σοφίας τῶν βουλευτῶν titulus in marg CAIBMo | σοφίαν Re | τῆς e τοῖς corr C2 τοῖς Μο 20 ταραχαῖς UI (sed in hoc m2 corr in ἀρχαῖς) et in marg Μο2 21 ὀξὺς — 483, 1 ἄπαυστον inser in marg ΜΟ2)

483
καὶ ῥήματα στρογγύλα καὶ ῥεῦμα ἄπαυστον, ὥστε πολλοὶ τῶν φιληκόων εἰς τὰ δικαστήρια συνθέουσιν, ὥσπερ εἰς μουσεῖα παιδευτῶν, ἐπ’ ἀκροάσει τῶν παρὰ τοῖς ἄρχουσιν ἀγώνων, οὓς ἐκ τοῦ παραχρῆμα ἀνύτου- σιν ἀσφαλέστερον τῶν ἐσκεμμένων.

ἡ δὲ δεινότης ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα | βεβαιοῦν, [*](R 318) ἀλλ’ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλὴ, κἂν πάνυ ζάχρυσος ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή , δούλων δὲ τὰ πάθη.

παρ’ ἡμῖν δὲ τὸ τῶν λόγων κράτος τῇ βουλῇ μὲν τηρεῖ τὴν ἐλευθερίαν ἀκριβῶς, τοὺς δ’ ἐφεστηκότας ἐπὶ τῶν ἔργων ὃ καλοῦνται φαίνεσθαι ποιεῖ, τοῖς μὲν σώφροσιν εἰς εὕρεσιν τοῦ βελτίστου συμβαλλόμενον, τοῖς δὲ θρασέσιν ἀνεῖργον τὴν ἀσέλγειαν ταῖς ἀπὸ τῆς σοφίας ἀνάγκαις καὶ καθάπερ ἐπῳδῇ τῇ ῥητορείᾳ τρέ- [*](1 Arist. Αch. 686. Cratin. Πυτίν. fr. 119, 1 Μ Ι p. 74, 200 Κ.) [*](8 Eur. Alc. 498 Iph. Τ. 1111. Rhes. 439. 370) [*](8 ζάπλουτος κάλλιον ἢ μεγαλόπλουτος· ὡσαύτως καὶ ζάχρυσος ἢ πολύχρυσος Β2 (= Thom. Μ 1. 1.)) [*](1 παυ in ἄπαυστον in ras Ρ2 4 τουπαραχρῆμα Β | ἀνύ- τουσιν Α sed ν e ρ corr, Ι sed νυ in rasura trium quattuorve litt m2 ἀνορύττουσιν U ἀρύτουσιν CPCa Mor ἀρύττουσιν Μο (sed ν supra ρ m2) ΒΜ 8 οὗ — 9 ᾖ citat Thom. Μ s. ν. ζάπλουτος p. 168, 5 R Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ 9 μετ’ UI Re | πρόχειρον scripsi auctore Re Anim πρότερον libri ex- cepto U qui habet πρό cum rasura 5 litterarum 12 μὲν inser Ι2)

484
πον τὸν θυμὸν εἰς πρᾳότητα. οὕτω τῆς ἐκείνων ἐξου- σίας ἰσχυρότερον κέκτηνται φάρμακον.

καὶ οὐκ αὐτὴ σὺν τρόμῳ ποιεῖται τὰς εἰσόδους ὡς τοὺς ἄρχοντας, ἀλλ’ οἱ μέλλοντες ψηφιεῖσθαι σὺν εὐλαβείᾳ καλοῦσιν, ὡς ἂν ἐν ἀνδράσιν ἁρπασθῆναι μὲν οὐ ῥᾳδίοις, κρῖναι [*](R 319) δὲ δυνατοῖς | τὴν πεῖραν δώσοντες. οἱ δὲ τοῦ δικαίου μὲν παρορωμένου διαμάχονται, νικῶντος δὲ ἐπαινοῦσι. καὶ μέγα εἰς τὸν βίον ἄρχοντι τὸ δόξαι τῇ βουλῇ τὰ δίκαια βεβουλεῦσθαι.

καὶ γάρ τοι ταῖς μὲν ἄλλαις, ἢν ἐνέγκωσιν ἄρχοντος ῥύμην καὶ μὴ τελέως κατα- κλυσθῶσιν, ἔπεισι φρονεῖν· ἐν ἡμῖν δὲ οἵτινες <ἂν> ἄρχοντες εὐδοκιμήσωσι, τὸν ἐπ’ ἀρετῇ στέφανον ἀνῃ- ρῆσθαι νομίζουσιν, οὐχ ὡς ἀπειθεστέρων κεκρατηκότες, ἀλλ’ ὡς ἂν ἐν φρονήμασιν ἐλευθέροις ἐπαίνου τετυχη- κότες.

οὕτω δὲ ἡ βουλὴ τοῖς ἐφεστῶσι προσ- φερομένη πρὸς ἀλλήλους οὐκ ἂν φαίην ὡς οὐκ ζουσιν, ἀλλὰ καὶ πάνυ τοῦτο δρῶσιν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς. τρία γὰρ αὑτὴν διελοῦσα τέλη τὴν μὲν ἡγε- [*](R 320) μονίαν καθ’ ἕκαστον τοῖς ἀρίστοις ἀνατέθεικε, | τὸ λοιπὸν δὲ ἕπεται στρατηγοῖς ἐπισταμένοις ὑπὲρ τοῦ μέρους πονεῖν.

εἰπεῖν δὲ οὐ τοῖς μὲν ἔξεστιν, οἱ δὲ κεκώλυνται, ἀλλὰ κοινὴ μὲν παρρησία, συγχαί- ρουσι δὲ τῷ τι λέγον χρηστὸν οἱ παρεστηκότες, [*](3 ς ΒΜ 5 ἀπατηθῆναι Sintenis, at cf. I 560, 6 R | ις in ῥᾳδίοις in ras Ρ5 10 acutus et ως in τελέως in ras I3 11 ἡμῖν scripsi ex UIM coll. p. 480, 3. 482, 7. 483, 13 ὑμῖν reliqui libri edd | εἴτινες Μ | ἂν inserui et 12 εὐδοκιμή- σωσι scripsi auctore Gasda εὐδοκιμήσουσι libri edd 16 ἐν τοῖς BCa 18 αὑτὴν ex αὐτὴν corr Ρ2 αὐτὴν 19 καθέκαστον Ι | ἀνατέθεικε scripsi ex UBMCa ἀνέθηκε supra ἀνατέθεικε I2 ἀνέθηκε ACPMo edd 21 αὐτοῖς Ca 22 κεκώλυνται Μο sed κωλύεται in marg m2 23 τί APIBMMo)

485
φθέγγεται δὲ ἡ νεότης, καὶ τὸ γῆρας οὐκ ἄχθεται, πᾶν μὲν οὖν τοὐναντίον, συμπαρακαλοῦσι καὶ προτρέπουσι καὶ προάγονται θαρρεῖν, ὥσπερ ἀετοὶ νεοττοὺς εἰς πτῆσιν ἐρεθίζοντες.

πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθ’ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν.

καὶ τί δεῖ λέγειν ὑπάρχους, ὅπου γε καὶ βασιλεῦσιν ἐν αἰδοῖ τὸ συνέδριον γράμματά τε πέμπον καὶ διαλεγόμενον πρὸ τῶν θρόνων. ἐν δὴ τῷ χρηματίζειν τῆς μὲν βουλῆς ἡ φρόνησις ἐδείχθη τῷ κρατοῦντι, παρὰ δὲ τοῦ κρατοῦντος ἦλθον τούτοις εἰς τιμὴν ἐθνῶν ἀρχαὶ.

τὸ δὲ πρὸς τὴν οἰκείαν φίλ- τρον ἐπὶ τοῦ βουλεύειν ἐνίους κατέσχε, καὶ δυοῖν ἐκοσμήθησαν οἷς τοῦτο ὑπῆρξε, τῷ τε ἐπ’ ἐκεῖνα κεκλῆ- σθαι καὶ τῷ ταῦτα ᾑρῆσθαι. τῷ μὲν γὰρ ἀρχικῶς ἔχοντες | ἔδειξαν, τῷ δὲ μεῖζον ἄγοντες ἄρχεσθαι [*](R 321) τῇ πατρίδι ζῶντες ἢ τοῦτο ἐκλιπόντες ἑτέρων ἄρχειν.