Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τὶς οὖν εὕρηται πόρος ἐν ἀπορίᾳ τοσαύτῃ; τῶν μὲν μνησθῆναι, τοὺς δὲ ὑπερβῆναι, μᾶλλον δὲ τῶν μὲν οὐ πάντα εἰπεῖν, ἀλλ’ ἐκ πολλῶν ὀλίγα διελθεῖν, περὶ δὲ τῶν ἰσχυρισάμενον, ὡς οὐ χείρους τῶν εἰρη- μένων, κελεῦσαι τοὺς ἀκροωμένους ἐν ταῖς συγγραφαῖς δοκιμάζειν μου τὸν λόγον.
108. Ἀντιόχῳ τοίνυν τῷ Σελεύκου παιδὶ πόλεμος μὲν οὐδεὶς ἐπολεμήθη, τὸ γὰρ δυσμενὲς ἅπαν ἐπτήχει τῷ φόβῳ, σὺν εὐδαιμονίᾳ δὲ πρὸς γῆρας ἐλθόντι τῷ παιδὶ τὴν ἀρχὴν ὑπῆρξεν οὐκ ἐλάττω παραδοῦναι. τούτῳ δὲ καὶ αὐτῷ τὰ μὲν ὅπλα ἡσύχαζεν οὐκ οὔσης ἀνάγκης, θαῦμα δέ τι συνέβαινε τῆς ἄκρας εὐφημίας τῇ πόλει.
κηδεύει μὲν γὰρ Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου βασιλεῖ, Πτολεμαῖος δὲ ἥκων ἐνθάδε καὶ τὸ κάλλος τῆς Ἀρτέμιδος ἐκπλαγεὶς ἐβουλήθη τῆς ἐκείνου χώρας εἶναι τὸ ἄγαλμα καὶ λαβὼν ἀπῆγεν. ἡ δὲ θεὸς ἐκεῖ μὲν ἐθεραπεύετο, τῆς δὲ ἡμετέρας ἐπεθύμει καὶ νόσῳ τὴν γυναῖκα τοῦ μεταστήσαντος ἤλαυνε διδά- σκουσα τοῖς ὀνείρασιν, ἀνθ’ ὅτου ταῦτα ποιοῖ. πέμ- πεται δὴ πάλιν ὑπὸ τῶν κεκινηκότων καὶ τὸν μὲν νεὼν [*](2 Aristarch. trag. fr. 2,5 p. 728 Ν. Eur. Iph. A. 356 14 Athen. II 45 b. c. Hieron. ad Daniel. XI 6 p. 705 19 Plin. XXXIV 148) [*](1 χορ ου Plan χορὸς U Mor et e χορὸν corr Μ2 | μέγιστος Mor et e μέγιστον corr Μ2 μεγίστων U et supra μέγιστον Μο2 3 τα ουσ Μ τὰ Β 4 ἐκ τῶν πολλῶν UI 6 ἀκροα- τὰς Β 8 πατρὶ BMCa 9 τὸ — 10 φόβῳ citat Plan fol. 99 16 αὐτοῦ UIBMCa et supra ἐκείνου Mo2 ἐκεῖνον supra αὐτοῦ I2 cf. p. 525, 10 20 οἱ in ποιοῖ in ras Ρ2 ποιεῖ UIBMCa)
110. Θαῦμα τοίνυν ἕτερον ἐπὶ τῆς αὐτῆς βασιλείας παραπλήσιόν τε καὶ οὐ παραπλήσιον τῷ προτέρῳ· τῷ μὲν γὰρ εἶναι περὶ θεοὺς συμφέρεται, τῇ δὲ τῶν ξένων δεῦρο μεταστάσει διέστηκε. σαφὲς δὲ ὅ φημι ποιήσω. [*](R 307)
ἐν Κύπρῳ θεοὶ τιμώμενοι | τὴν Κύπρον ἐξ ὅσουπερ ἦν κληρουχοῦντες οὗτοι τῆσδε τῆς χώρας ἐπεθύμησαν καὶ ἠπείγοντο μετοικεῖν. ἐμβαλόντες οὖν τὴν πόλιν εἰς χρείαν τοῦ Πυθοῖ μαντείου πείθουσι τὸν Ἀπόλλω λύσιν μίαν τῶν δυσχερῶν ἀνελεῖν, τὴν τῶν ἐν Κύπρῳ θεῶν ὡς ἡμᾶς μετοίκησιν.
καὶ πέμπει δὴ δι’ ὧν ἤλπιζε δράσειν τοῦτο ὁ βασιλεὺς εἰς τὴν νῆσον. ὡς δ’ οὔτ’ ἀφελέσθαι φανερῶς ἐνῆν οὔτε διορύξασι λαθεῖν, μηχανῶνται τοιόνδε τι· ἔφασαν βού- λεσθαι κατ’ ἴχνος τῶν αὐτόθι θεῶν δημιουργῆσαι τύπους. τῶν δὲ ἐφέντων φιλοπόνως νύκτα καὶ ἡμέραν ἔξεον, οἱ δ’ ἱερεῖς ἀνεπαύοντο. τοῖς δημιουργοῖς δὲ πρὸς τοσοῦτον διηκριβώθη τὸ τῆς μιμήσεως, ὥστε τὰ μὲν ἀνασπάσαντες, τὰ δὲ ἀντικαταστήσαντες ἐνέβαινον εἰς τὰς ναῦς ἐν ὀφθαλμοῖς Κυπρίων, τὰ παλαιὰ μὲν [*](3 αὐτοῦ Β 4 τῷ (2)]τὸ Β 6 σαφὲς — ποιήσω Plan fol. 99 7 ἐξότου UI ἐξ ὅσου Μο 8 οὕτω Ca Re 9 ἐπεθύμησαν — ἐμβαλόντες om Mor | καὶ] ὥστ’ ? Sintenis 11 νᾷ post ω in ἀπόλλω inser Μο2 12 μετοίκισιν Cobet Mnem. V 107 (Coll. 103) 13 τοῦτο δράσειν IBMCa 15 ἀνο- ρύξασι supra διορύξασι Μο2 | λαβεῖν in marg Mo2 17 τοὺς πρὸς τύπους BMCa | φιλοπόνως inser I2 19 εἰς A εἰς Re | διηκριβώθη ex ἠκριβώθη corr I2 ἠκριβώθη U 20 ἐνέβαι- νον Ρ sed supra ἑ rasura unius litterae, Μο sed ἀ supra ἐ m2 ἀνέβαινον UI sed in hoc ἐ supra ἀ m3)
τοῦτο δὲ ἦν ἄρα οὐ τῆς τῶν ἀγαλματοποιῶν ἀρετῆς, τῆς δὲ τῶν θεῶν πρὸς τὸν ἔκπλουν ἐπιθυμίας, ὑφ’ ἧς ἐνέθηκαν ταῖς χερσὶ τῶν δημιουργῶν πλέον τι τοῦ δυνατοῦ. καίτοι τί τοσοῦτον εἰς δόξαν, ἢ χώραν προσλαβεῖν ἡ· στῆσαι τρόπαιον ἢ κατακόψαι φάλαγγας ἢ ζωγρήσαντα πολεμίους ἄγειν, ἡλίκον τὸ τοὺς θεοὺς τῇδε νομίζειν | αὑτοῖς προσήκειν διαιτᾶσθαι;
[*](6 308)114. Καὶ γὰρ δὴ καὶ τὸ τούτου ἐχόμενον εἰς τὴν αὐτὴν ἀπόδειξιν φέρει συμβὰν εὐθὺς ἐπὶ τοῦ μετ αὐτὸν ἄρχοντος. ἡ γὰρ δὴ Ἶσις, τὸ βούκερων ἄγαλμα τὸ Αἰγύπτιον, ἀφεῖσα τὴν Μέμφιν δεῦρο κινήσασα μὲν ὀνείρασι Σέλευκον τὸν ἀπὸ τοῦ Σελεύκου τέταρτον εἰς τὴν ἑαυτῆς μετάπεμψιν, κινήσασα δὲ Πτο- λεμαῖον εἰς ἕτοιμον τῆς θεοῦ δόσιν, καὶ νῆες εὐτρεπεῖς, καὶ τὸ ἄγαλμα ἤγετο.
καὶ καταγώγιον ἦν τῶν κρειττόνων ἡ πόλις, ὥστε καὶ πρὸς τὸν Ὄλυμπον ὑπάρχειν ἡμῖν ἐρίζειν, εἰ βουλοίμεθα. ἡ μὲν γὰρ αὐτόθι τῶν θεῶν διατριβὴ ποιητῶν ἐστι φήμη, τὰ δ’ αὖ παρ’ ἡμῖν ὀφθαλμοὺς ἔπεισε.
καὶ συμπροῆλθε τὰ ἔργα τῷ χρόνῳ, ἐπεὶ καὶ τῆς Ῥωμαίων ἰσχύος ἤδη πάντα [*](3 prius τῶν inser Ρ et in marg Μο2 om ACBMCa Mor 4 ἀφ᾿ Ca 6 οἱ in καίτοι in ras Ρ2 | τί τοσοῦτον in rasura 6 vel 7 litterarum Ρ2 post τί (τι U) rasura litterae UI 8 τὰς Ca 9 αὐτοῖς APUIBMMo αὐταῖς Ca αὐτοὺς Mor | κεἰν in προσήκειν suprascr. Ρ2 | ἐνδιαιτᾶσθαι Ρ sed ἐν in ras m2 10 τὸ om U | τοῦδ’ Sintenis 11 εὐθὺς m3 supra αὐτοῖς I αὐτοῖς U 12 ἴσις libri Re 13 αἰγυ- πτίων Β | μέμφιν Ρ sed ι in ras m2 μέμψιν Ca | οικι in μετοικίζεται in ras I3 μετακομίζεται U 14 τοῦ inser Α2 15 ης in ἑαυτῆς in ras Ρ2 19 ἡμῖν ὑπάρχειν APUIRe Mor 20 ποιητῶν ποιητῶν praemisso ἐκεῖνα — 21 ἔπεισεν citat Plan fol. 99 21 οὑς in ὀφθαλμοὺς ex ὃς corr I3 | συμπεριῆλθε Re)
οὐκοῦν οἱ [*](R 309) μὲν ἑτέρωθι | φαίνονται βουληθέντες ὡς ἡμᾶς ἐλ- θεῖν, οἱ δὲ παρ’ ἡμῖν οὐκ ἀνασχόμενοι τὴν ἑτέρωσε μετάστασιν, ἀλλὰ τῷ κάλλει μὲν ἔρωτας ἐφ’ ἑαυτοὺς ἀνάψαντες, αὐτοὶ δὲ ὅ τοὺς ἄλλους ἐποίουν, πρὸς ἡμᾶς πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δ’ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλο- χωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.
118. Καὶ ἐμήκυνα τὸν περὶ τῶν κρειττόνων λόγον ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθ’ ἡμῖν οὔτ’ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ δι’ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια τοῖς προγόνοις ἀπὸ πολλῶν ἔστηκεν αὐτοῖς ἐξιοῦσιν, οἶος ὁ τῶν τότε πολέμων τρόπος.
καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀλλ’ Ἀντίοχος ὁ μέγας ὄνομα λαβὼν ἀπὸ τοῦ μεγάλοις ἐπιχειρεῖν τε καὶ ἐξαρκεῖν, μικρὸν ἡγησάμενος σώζειν τὰ ὄντα προσθήκην ἐπινοεῖ τοῖς οὖσι. καὶ τοῦτο μὲν τὴν νεωτέραν τῆς πόλεως μοῖραν ἑ [*](2 μέντοι ICa | κάσιον UI edd cf. t. I 579, 22 R | ἐκεῖνοι Δία scripsi e CUIBMMoCa Δία ἐκεῖνοι ΑΡ edd | δία e διὰ corr c f δῖα Α 3 τὴν Ἀρτέμιδος μετάστασιν vel μεθίδρυσιν Μ Schmidt Philol. Χ 635 4 ἅπασιν supra ἅπαντα Mo2 num ἅπαντας ? 5 αυτῶ U αὐτῶ BCa 9 δ᾿ I ὃ inser C p et f ὁ Mo 11 γῆς e τῆς corr Mo2 16 ἄλλοις I sed ὄις in ras m3 18 ἀξιοῦσιν C sed ἑ suprascr. f 19 τύπος Re, quod defendit Gasda collato Plat. rep. III p. 396 Ε 20 μέγα BM Mor 21 ἐπιχειριεῖν I sed ι ante ἑ eras 21 μικρὸν — 23 οὖσι citat Plan fol. 99 22 πρὸς θήκην C)
ὥσπερ δὲ τὸ μέτρον τῆς πόλεως ἐπὶ μεῖζον ἐξῆγεν, οὕτω καὶ τοὺς τῆς ἀρχῆς | ὄρους ἐπὶ πλεῖον ἔτεινεν, ὥσπερ [*](R 310) ηὐξημένῳ σώματι μείζω χιτῶνα ὑφαινόμενος. καὶ λαβὼν τῶν οἰκητόρων δι’ ὅσων ἤλπιζεν ἢ φόβῳ πάντα ἕξειν ἢ νόμῳ χειρῶν, ἤλαυνε τὴν ἐν ποσὶν ἀεὶ κτώμε- νος τῶν μὲν ἑκόντων προσχωρούντων, τῶν δὲ ἐν ταῖς ἥτταις ὅτι μὴ χρῆν ἀνταίρειν παιδευομένων.