Oratio 1
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἔπειτα καὶ [*](R 158) ἦν τῆς αὑτοῦ κατηγορίας | κατήγορος· οὕτω σφόδρα ταῖς πίστεσιν ἔρρωτο. καὶ ὁ μὲν ἐπ’ ὄνομα κατέφευ- γεν εἰσφορῶν, ὁ δ’ αὐτὸν ἐν τοῖς βασιλέως ἐγκλήμασι καθίστη τοῦτον εἶναι ἐθέλων, ἀλλ’ οὐκ ἐκεῖνον τὸν γέροντα. καὶ αὐτίκα γράμματα ᾔει, τὰ μὲν ὡς τὸν τῶν ὅλων κύριον, τὰ δὲ πρὸς τὸν πρῶτον τῶν μετ ἐκεῖνον, καὶ ἀνέγνωσάν τε ἄμφω τὰ γράμματα κατε- γέλασάν τε ἄμφω τοῦ τρόπου τοὐμοῦ τὴν αἰτίαν ἀπο- κρουομένου. τῷ δὲ τοῦτο ἦν λύπη μείζων ἢ εἰ νόσημά τι τῶν ὡρῶν τὰς ἐν τῇ γῇ διεφθάρκει Τυρίων οἴνου μητέρας αὐτῷ.