Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ πρεσβεύων μίν ἐπὶ τούτοις ᾤχετο, ταῖς δ’ εἰς ἐμὲ τοῦ βασιλέως τιμαῖς ταπεινωθεὶς ἐπανήρχετο, καὶ ἧκέ τις [*](5 Cf. p. 195, 9 sq.) [*](2 παραλαβὼν τὴν βασίλειον ἀρχὴν citant Georg. Lacap. Mosqu. fol 56 (cf. p. 73) et auctor libelli de constr. ed. Herm. de emend rat. gramm. 381, 15 | σάρκα VL 3 γρ οἶαι Mor in marg | ἡ] ὃ BV ἃ L | δὴ V | ἦν om Β | ὢν Β et Re ὧι C ὧ AV Ferr et per rasuram corr in ὃ Ρ ὁ L Mor 8 ἤδη VL 10 γῇ L 11 γλῶσσαν ACPB 12 οὐ in ἑκατέρου in ras Ρ2 14 πρότερον L 15 δὴ VL | μέν delere vult Re 16 ἐξεμεῖν L 19 γε scripsi auctore Re Anim τε ACPBV edd om L delere vult Re in edit. 20 ἦ L | παρὰ in lacuna trium litterarum P3 | καὶ del Ferr in marg om Mor 21 δὲ L 22 ἧκέ] ἡνίκα L | τις] τῆς ἀνυβρίστου L)

194
μετὰ τῶν συμπρέσβεων βασίλειον ἡμῖν κομίζων ἐπιστο- λὴν αὔξουσαν τὸν δεξάμενον, ηὐξημένον πως καὶ τοῖς Εὐδεβίου, <τῶν πρέσβεων δὲ καὶ οὖτος> λόγοις, ὧν [*](4) μὲν τὸν πατέρα, τῷ δὲ ἐκόσμησε τὸν υἱόν, ὥστε τοὺς [*](R 155) Ἀθήνηθεν ἀντὶ τοῦ ἐρίζειν θαυμάζειν | αὐτόν τε νον καὶ ἐμέ, τοῦ δοῦναι μὲν ἐμέ, τοῦ λαβεῖν δὲ ἐκεῖνον.

259. Γνοίη δ’ ἄν τις κἀντεῦθεν τὴν περὶ ἐμὲ τῶν θεῶν εὔνοιαν. ἐπανῄειν ποτὲ λελουμένος ἐσπέρας· ἵπποι δὲ ἐοικότες μὲν θηρίοις, τοῦτο δὲ οὐ δοκοῦντες, εἱστήκεσαν περιμένοντες τοὺς δεσπότας, οἱ μὲν εἰς τοὺς κίονας ὁρῶντες, οἱ δ’ εἰς τὸν τοῖχον τετραμμένοι. καὶ ἦν οὐδὲν κακὸν εἰκάσαι, τὸ δ’ ἄρα ἦν μέγα. χωροῦντι οὖν μοι διὰ μέσου τοὺς ὀδόντας ἐδείκνυσαν ἀντὶ βελῶν τοῖς ποσὶ χρώμενοι, τὸ δ’ ἤρκεσεν ἂν εἰς θάνατον. νῦν δ’ ὁ ἱπποκόμος με ἐξαρπάσας, μεθεὶς ὂν ἦγεν ἵππον, φέρων εἰς ἀσφάλειαν κατέστησε. τοῦ ἱπποκόμου μὲν αἱ χεῖρες, τὸ βούλευμα δὲ τῶν θεῶν·