Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τούτου δὲ καὶ αὐτὸς [*](9) αἴτιος εἶναι ἐδόκουν· λόγοις τε ἡμερώσας καὶ δάκρυσι [*](R 152) τοὺς ἐπὶ τὴν κρίσιν ἥκοντας γραμμάτων | ἐρᾶν ἔπει- θον, καὶ ἐν οὐ πολλῷ χρόνῳ πανταχοῦ γράμματα. καὶ τοῦτο ἔργον ἡγούμεθα τῆς Τύχης καὶ προσέτι γε τοὺς πολλοὺς λόγους περὶ μὲν τὴν αὐτὴν πεποιημένους ὑπόθεσιν, μορφὴν ἄλλην ἄλλος ἔχων, δόξαντας δὲ εὖ ἔχειν.