Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καί- [*](R 149) τοι | χαμαιλέων ἀναφανείς, οὐκ οἶδ’ ὁπόθεν, ἐν τῷ τῶν λόγων χορῷ, πολὺς μὲν τούτῳ τῷ χαμαιλέοντι χρόνος καὶ μηνῶν ὁ νεκρὸς οὐκ ὀλίγων, ποδῶν δὲ ἐν μέσῳ τῶν ὀπίσω κειμένην ἑωρῶμεν τὴν κεφαλήν, τῶν δὲ ἑτέρων ὁ μὲν ἦν οὐδαμοῦ, τὸ στόμα δὲ ἅτερος εἰς σιωπὴν ἔκλειεν.