Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ εἵπετο δὲ τὸ ἔργον, φόβοι τε ἐκεῖνοι καὶ πλὴν τελευτῆς οὐδενὸς ἐπιθυμία. ἀλλὰ περὶ τούτου λόγοι τε πρὸς τοὺς ἀεὶ παρόντας εὐχαί τε πρὸς θεούς. ἐχθρὸς μὲν ὁ λουτροῦ μεμνημένος, ἐχθρὸς δὲ ὁ δείπνου, καὶ φυγὴ μὲν ἀπὸ βιβλίων ἐν οἷς οἱ τῶν ἀρχαίων πόνοι, φυγὴ δὲ ἀπὸ γραφῆς τε καὶ ποιήσεως [*](1 κειμένῳ τὸ δέος L 5 οὐ om Β 7 μοι τὸ μήπω] τὸ μήπω μοι Β 8 μάντεων Β | αἷμα om L 11 ῥεύματος scripsi cum Gasda coll. 173, 1 et 167, 13 πνεύματος libri edd 12 μου VL Ferr Mor et corr in με C p 13 ἐν om L 14 τινες θύ- σαντες] θύσαντες τινὲς Β | παῖδας Mor 18 μαγκανεύματα Β Ferr Mor 21 πρὶν L 23 μεμνημένος — 24 δείπνου Ferr in marg 24 δεῖπνα L 25 ἀπὸ γραφῆσ corr ex ἀπογραφὴ C v | τε om L | π in ποιήσεως in ras P2)

190
λόγων, κατελέλυτο δὲ τὸ λέγειν, καὶ ταῦτα τῶν νέων βοαῖς τοῦτο ἀπαιτούντων. ὁπότε γὰρ δὴ πρὸς αὐτὸ γιγνοίμην, ἀπεφερόμην, ὥσπερ ἀκάτιον ἐναντίῳ πνεύ- ματι, καὶ οἱ μὲν εἶχον ἀκροάσεως ἐλπίδας, ἐγὼ δ’ αὖ ἐσίγων. ἰατροὶ δὲ τὴν τούτων ἴασιν ἄλλοθι ζητεῖν ἐκέλευον, ὡς οὐκ ὄντων σφίσι τῶν τοιούτων ἐν τῇ [*](R 148) τέχνῃ φαρμάκων. |