Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἰ ᾔδεσαν οἱ ἄνθρωποι, τίς σὺ πρὸς ἡμᾶς τὴν γνώμην, οὐκ ἄν με ἐκέλευον ὑπὲρ αὑτῶν σοι πέμπειν ἐπιστολάς, ἀλλὰ κἂν εἰ αὐτὸς ἐδεόμην αὐτῶν κομίζειν, ἀντεδέοντ’ ἂν μὴ γρά- φειν ὡς εἰς βλάβην αὐτοῖς τοῦτο ἧξον. νῦν δὲ ἄλλα τε πολλὰ λανθάνει καὶ σὺ τοὐμὸν ἐν οὐδενὶ ποιούμενος.
καὶ ἦν μέν μοι διδάξαντι τὴν ἀλήθειαν Μίκκαλον σιγῆσαι, αἰσχυνθεὶς δὲ πλέον ὑπὲρ σοῦ τοῦ καταφρονοῦντος ἢ ἐμαυτοῦ τοῦ ἀπερ- ριμμένου τὴν ἄγνοιαν τὴν περὶ ταῦτα Μικκάλου μένειν εἰάσα νομίζων ἔσεσθαί οἱ κέρδος τὸν τῆς ἀπάτης χρόνον. οὗτος δέ ἐστιν ὁ τῆς ὁδοῦ· ὡς ἐλθών γε καὶ δοὺς τὴν ἐπιστολὴν εὑρή- σει τὰ ὄντα.
πλὴν ἐκεῖνό γε οἶδα, ὡς, εἰ καὶ δι’ ἡμᾶς οὐ προσέξεις αὐτῷ τὸν νοῦν, ἀπ’ ἄλλης γε ἀνάγκης οὐδὲν ὅ τι οὐκ εἰσοίσεις. λέγω δὲ ἀνάγκην οὐ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ δεῖν ἢ τιμᾶν τοὺς τοιούτους ἢ κακίας ἐνέχεσθαι δόξῃ, πολλοῖς γὰρ οὐκ ἐν πολλῷ τὸ τοιοῦτο λόγῳ, ἀλλ’ οἶσθα τὸν τοῦδε ἀδελφὸν τὸν δεινὸν μὲν εἰπεῖν, δεινὸν δὲ πρᾶξαι, εἰδότα [*](11 Vii α', [οθ']. Va β' [β']. Vo β', β S β', πθ'. W ρκέ. Vind ρφβ΄. D σιβ΄. pr) [*](2 Sievers 84 not. 85. Seeck 281. 361. Silomon 34 8 cf. ep. 96 18 Olympium cf. ep. 97) [*](2 τὼ αὐτῶ (i. e. Σπεκτάτῳ) D 3 ᾔδεσαν scripsi ᾔδεισαν libri sed ε supra ει S, edd | οἱ om V 4 αὐτῶν libri edd ἐπιστολὴν S 5 αὐτῶν om W Vind | ἀντεδέον τἂν Vo 6 S W Vind 8 διδάξαντα D | μiκαλον W D 9 ἐμοῦ S | μένου V 10 μικάλου W D 11 τὸν V sed ν add m 5 12 ἐλ- θόν V 14 ἀπάλλης W | ὅτι Vind D 17 τοιοῦτὥ Va τον Vind sed ν postea add 18 γρ τοῦδε τούτου S)
τούτου τὰς βροντὰς οἶδ’ ὅτι δείσεις, καὶ γαλήνην σαυτῷ παρασκευάζων ἀνθ’ ἁπάντων ἀξιώσεις γενέσθαι Μικκάλῳ.
ϥθ΄.
Θεμιστίῳ. (359/60)
Νῦν ἔδει πεπληρῶσθαι τὴν σπουδὴν Ὀλυμπίῳ διὰ σοῦ καὶ γράμματα πρὸς μὲν ἡμᾶς ἐκεῖθεν φοιτᾶν μηνύοντα τὸ ἔργον, πρὸς δὲ σὲ παρ’ ἡμῶν ἐπαινοῦντα τὴν προθυμίαν, ἀλλ’, ὁρᾷς, πάλιν ὑπὲρ τῶν αὐτῶν ἐπιστολαί.
πόθεν δὴ τοῦτο; οὔτε γὰρ σύ γε ἀργὸς ἐν φίλων χρείαις οὔτε ἄπεστι τὸ δύνασθαι τήν τε παροιμίαν οὐκ ἂν δεῖσαι φαίης, ἥ φησιν ἀνόητον εἶναι δειλοὺς εὖ ἔρδειν