Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ὧν οὑτοσὶ Μίκκαλος, μᾶλλον δὲ πρῶτος τῶν ἐν τούτῳ μοι τεταγμένων. πατέρων τε γὰρ φύντες ἀλλήλοις φίλων ἐκληρονομήσαμεν τοῦδε τοῦ καλοῦ πολλά τε ὑπὲρ ἐμοῦ πεπονηκότος Ὀλυμπίου τοῦ Μίκκαλον τὸν ἀδελφὸν πλέον ἢ παῖδα φιλοῦντος αἰσχρὸν ἦν ἐμὲ μηδ’ ἀπὸ γραμμάτων τι συντελέσαι πρὸς τὴν ὁδὸν [*](7 Vii α´,οη´. Va β',ᾱ. Vo β´, α. S ε´, κδ´. W ρκδ´. Vind ρξα´. pr) [*](8 Sievers 84 not. 85. Seeck S6t. 157. Silomon 34 15 cf. ep. 98. Sievers 283, 2. Seeck 128 16 [laocr.] Demon. § 2 p. 2b 17 cf. t. IV384Bq. Seeck 223) [*](2 εὐξάμην Vo| ἂν inserui om libri edd 3 ὁδὸν aute αὐ- τὴν V 5 τε νῦν pr 6 δπολαυσόμεθα reposui e libris ἀπο- λαύσομεν edd cf. t. VII 405,14 | τέλος βιβλ(ββλ Vο) ᾱ- ἐπιστο- λαὶ πγ post όπολαυσομεθα ΓαΓο 8 βιβλίον β ante Φλω- ρεντίῳ Va γο 14 ὁπολαύουσι S Ι οὑτωσὶ V 15 μίκαλος VW Wolf ’ Cent cf ad t. IV 399, 10 16 πατρῴων pr Ι τε om S | ἐκληρονομτ́ͅσαμεν W sed ρο inser m* 18 μίκαλον W Wolf Cent 19 μὴ δ’ VoVind| δπο VW| τι om S)
πολλῶν γὰρ ὄντων ἃ ποιεῖ σοι τὸν παρὰ τῶν σπουδαίων ἔπαινον μάλιστα θαυμάζεται τὸ τοὺς πάλαι συνήθεις πρὸ τῶν τὴν δύναμιν θεραπευόντων ἄγειν. ἀλλ’ ὅμως ταῦτα εἰδὼς κἀ- κεῖνό γε προσειδώς, ὅτι οὐδὲν ὀκνήσεις ἐν οἷς δεῖ Μίκκαλον εὖ παθεῖν, ὅπως ἔλθῃ τι τῆς τῶν πραττομένων αἰτίας εἰς τὰ ἐμὰ γράμματα, συνεφηψάμην τῆς παρακλήσεως.
ἔστι δὲ μέγιστον τῆς χάριτος τὸ περὶ αὐτὴν τάχος, ὑφ’ οἱ καὶ ἡ μι- κρᾶ μείζων ἂν φανείη πολλάκις. μάλιστα μὲν γὰρ ἴδει καὶ οἴκοι καθημένῳ Μικκάλῳ προσελθεῖν τι τῶν τοῖς τοιούτοις πρεπόντων ἐπεὶ δὲ ἴσως βουλόμενος τῶν τιμῶν ἡγεῖσθαι τοὺς πόνους ἐπέταξας ὁδοιπορεῖν, ὅμως ἥκει. σὺ δὲ μὴ μέλλε. οἰήσεται γάρ, εἰ ταχέως ὑποστρέψειε, μηδὲ κεκινῆσθαι.