Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Πελάγιος ὅτι μὲν γένους τε καὶ τῆς ἄλλης λαμπρότητος εἰς τὰ πρῶτα τελεῖ τῶν περὶ τὸν Εὐφράτην, κἂν αὐτὸν οἶμαι τὸν Εὐφράτην εἰπεῖν λαβόντα φωνήν, ἐμοὶ δὲ συνεφοίτησε καὶ ἐχαίρομεν ἀλλήλοις. ἐπῃνεῖτο δὲ μᾶλλον ὁ τοῦδε τρόπος, οὐ γὰρ ἀρνήσομαι νομίζων καὶ [*](1 Vii α', ος'. Va [α', πα']. Vo α', πβ. S α', μή. Vi ρ(??)γ'. Vind. ρξγ΄. D σμε. pr) [*](2 Seeck 359. 231. Silomon 30 9 cf. ad ep. 83 15 Seeck 234) [*](2 Παννυχίῳ — 96,3 παύσομαι om D 3 γρτ᾿ τε S τ᾿ Vind | σθαι Vo sed νε detritum suppl m 4 4 ἐγκαλοῦ pr 5 γε V | τάχ’ om V τάχα Vi 6 ἢ om Vind | διεκώλυε Wolf | γρ δ' δέ S 7 ὑπὸ Vo sed o in ερ corr m 2 8 παρὰ Vind 9 πλῷ in- serui coll. ep. 372. 378 om libri edd 12 μιμήσασθαι Vo sed α in ε corr m 2, S |γρ ὥσθ’ ὥστε S ὥσθ’ Vind | ὡσἂν S om Vind | γράμμασιν S 14 ὡς ante πρὸς S Vi 15 ἂν ut inser S om V Vo Vi Vind edd | μὴ γράφων inser Vo 2 om τε om Vi | εἵνδκα Vind)
καὶ δῆτα αὐτῷ συνηυξήθη τὸ τῆς ἐπιεικείας, ἣν οὐχ ἧττον Σύρων ἐγνώκασι πάντες δι’ ὅσων ἦλθεν, ἦλθε δὲ διὰ πλείστων, ἡνίκα ἐπρέσβευσε καὶ κατεσκεύασε τοῖς αὑτοῦ τρόποις δόξαν τὴν ἀμείνω τῷ γένει. ὥστε μοι πάντως ἂν ἐν δημοκρατίαις καὶ στεφανωθῆναι δοκεῖ τοῦτο εὖ πεποιηκώς.
τὸ δὲ μέγιστον, ἀγχίνοιαν γὰρ καὶ πρᾳότητα τοσαύτην ἑκα- τέραν ἐπ’ ἄλλου του συνελθοῦσαν οὐκ οἶδα, καίτοι τὸ μὲν ἡσύχιον πῶς οὐκ ὀξὺ λογίσασθαι; τὸ δὲ ὀξύτερον ἐπιεικῶς καὶ ταραχῶδες. ἀλλ’ οὗτός γε ἐκέρασεν ἄμφω καὶ συνοικεῖν ἔπεισεν ἡσυχίαν γνώμης μετ’ εὐβουλίας κεκτημένος, ἐντεῦθεν εὑρεῖν τὸ δέον οὐδενὸς ὕστερος, τῷ δὲ ἑτέρῳ πάντως κράτιστος, λόγου καὶ σιωπῆς καιρόν, εἴπερ τις, ἐπεγνωκώς, ἄρχοντα ἀγα- θὸν μὲν ἐπαινέσαι, τοῦ δὲ οὐ τοιούτου φείσασθαι <εἰδώς>, κτήματα τὰ πατρῷα μὲν διαφυλάττων, τὰ δὲ τῶν πλησίον οὐ περικόπτων.