Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Σιλβανὸς ὁ μαθητής σου τοῖς συνηγόροις ἐγγέγραπται μάλα ἡμέρως αὐτὸν προσεμένου Μοδέστου. τὴν μὲν οὖν τῶν νόμων ἐπιστήμην, ὅταν ἀγωνίζηται, δείξει, τὴν δὲ τῶν τρό- πων ἀρετὴν πάλαι δεδήλωκεν ἡμῖν. καί μοι δοκεῖ καὶ κατὰ τοῦτο μαθητής σου γεγονέναι τῶν σῶν οὐκ ὀλίγον μεταλαβὼν τρόπων, δι’ οὓς ἐπαινῇ πλέον ἢ τοὺς νόμους.
φιλῶν δὲ σέ, ὥσπερ εἰκὸς διδάσκαλον, ἐμὲ φιλεῖ διότι σοι ταύτῃ χαρι- ζόμενος οἶδεν.