Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἰ δὲ Μίδας ἦν νῦν καὶ ἦρχε Φρύγων καὶ ἦν τῷ Μίη τούτῳ χρυσὸς ὅσον φησὶν ὁ μῦθος, ἆρ᾿ ἄν με δοκεῖς ἐκεῖνον [*](4 Vii β΄, σλγ΄. Va ζ΄, σκδ΄. Vo (ζ΄), σκδ΄. Μο S α΄, μγ΄. Vi ρπε΄] 17 VII β΄, σλδ΄. Va ζ΄, σκε΄. ζ΄), σκε΄. Μο. S δ΄. πς΄. W β΄. Vind κθ΄. D ιε΄. Liban. XX epp. ed. Benzel n. XIX) [*](5 Seeck 121 II. 398 6 II. ε 265 sq. π 148 sq. 18 Sie(??) 38 not. 204. Amm. M. XXIII 2, 3. Seeck 53. 398 19 Salz- mann 26) [*](1 ὡμιληκότων ἐστὶ SVi | μεστὰ S | τε om SVi 2 εὐτυχεὶν Vo | πρῶτον S 8 8 ἀπεσταλκέναι Va 9 πάσης τέχνης S 10 κρατῆσαί—11 λόγος] κρατῆσαι λόγω S | σε om Vi 11 λόγος τῶν ἀντιδίκων Vi | σε om Vi 12 ἡρπάκεισαν Va Wolf 13 τῷ scripsi e Μο τὸ VVaVoSVi Wolf 14 ἔχειν om SVi | ἐθέ- λεις SVi 15 οὐκ V sed ex οὖν corr | om SVi | μέμφαι Vi γὰρ post λήφομαι SVi 19 ἦν inser V4 20 ἆρά με VVoS VindD ἄρά με Va)

756
ἑλέσθαι μᾶλλον ἡ τὰς παρὰ σοῦ τιμὰς οὕτω μὲν οὔσας πολλάς, οὕτω δὲ μείζους ἢ πλείους, ἡδονὴν δὲ τῷ τιμῶντι μᾶλλον ἡ τῷ τιμωμένῳ φερούσας;

οἶσθα γὰρ ὡς ἐγὼ μὲν πολλάκις ὤκνησα ἐπαγγεῖλαι χάριν ἐνθυμούμενος, ὁπόσας λάβοιμι σὺ δὲ τῷ προσώπῳ μου τὸ τῆς ψυχῆς πάθος εὑρὼν ἐπετίμησας, εἰ σε ἡγοίμην ἀπερεῖν ποτε χαριζόμενον ἐμοί.

καὶ τούτων ὁ λόγος ἤδη πρὸς τὰ τῆς οἰκουμένης ἔσχατα ἐρρύηκε, καὶ πάντες ᾄδουσιν ὡς οὔτ᾿ ἂν εἰς πατέρα παῖς οὔτ᾿ ἂν εἰς παῖδα πατὴρ οὕτως ἐγένετο πρόθυμος.