Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐλπίσιν ἔργα προστίθης, ὦ γενναῖε Μάξιμε, μᾶλλον δὲ παρῆλθες τοῖς ἔργοις τὰς ἐλπίδας, ὃς πρὸς τῷ τὰ ὄντα τοῖς ἑταίροις σεσωκέναι τῇ περὶ ταῦτα φρουρᾷ καὶ τὴν ἐκ λόγων αὐτοῖς δόξαν εἰργάσω.
τὸν γοῦν Ἀλβάνιον ὁμοῦ ῥήτορά τε καὶ πλούσιον ἔδειξας οὔτε σιγᾶν ἀφιεὶς καὶ λέγοντι βοηθῶν καὶ πανταχῆ κοσμῶν· ὥστε μοι δύ’ ἥδιστοι λόγοι κομίζονται διὰ τῶν ἀφικνουμένων, ὁ μὲν τῆς σῆς ἀρχῆς τὴν ἀκρίβειαν μηνύω, ὁ δὲ τὴν ἐκείνου δύναμιν, τὴν μὲν οὖσαν. τὴν δὲ προσδοκωμένην, καὶ ταῦτα οὐκ ἄλλοθεν ἢ παρὰ τῆς σῆς εἰς τὸ ἄρχειν ἀρετῆς.
ταῦτά μοι μείζω τῶν Ταντάλου ταλάν- των καὶ οὐδ’ ἂν τὸ μέσον πρὸς τοῖς ταλάντοις Κορίνθου καὶ Σικυῶνος ἐδεξάμην πρὸ τοῦ τὰ τοιαῦτα ἀκούειν ἔχειν.