Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ δ’ ἀγνοεῖς, ἀλλ’ ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει. χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον.

ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδ’ ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα, τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν.

[*](14 VII β'. σκε΄. Va ζ΄, σιέ. Vo ζ΄), σις΄. Ath)[*](15 Seeck 195 898 16 Seeck 151)[*](3 αὐτῶν αὐτῶν VaVo | δὲ MoAth Wolf 5 αὐτῷ libri 6 οὕτω eras Μο 7 οἵτε Wolf 8 δὲ scripsi τὲ VAth τε Va VoMo Wolf | φερομένου Ath 11 εἰ μὴ reposui e VMoAth cum Re ἡμῖν VaVo sed in hoc in εἰ μὴ corr m5 εἰ Wolf 12 παυσάσθων σαν Ath 16 ὅτι καὶ Ath 17 περὶ αὐτοῦ οὕτω Ath 19 ἔστιν Va | σμικρῶν V sed σ add m4 20 τοῦ τὸν om Ath)
749