Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν. πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν αὑτῶ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶ,

λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ [*](12 VII β΄, σκδ΄. Va ζ΄, σιὲ. Vo ζ΄), σιέ. Μο. Ath) [*](3 Thuc. VI 57,2 6 Zosim. III 11, 6. Himer. or. VII ξ 7. Suid. s. v. Ἀναστάσιος Σιλεντιάριος cf. t. V 87, 12 18 Sievers 116 not. 72. Seeck 160. 398 15 cf. ep. 1119. Seeck 173 17 cf. ep. 826) [*](1 πραότατος Ath | μέχρι Va sed χρι del 2 κτησάμενος Va sed κτ del | ὧν εἷς ἐγὼ in marg Ath | ὦν del Va 3 ἡδέως scripsi e Mo coll epp. 111 p. 110, 9; 156 p 150,2; 279 p. 264, 11; 464 p. 443,8; 493 p. 469,3; 762 p. 687,18; 773 p. 696,19; 821 p. 748,7 etc. οἰκείως VVaVoAth Wolf 4 τιμήσετ᾿ VaVo τιμήσαι τ’ Μο 5 ἡμᾶς Re 6 ἤλπισέν Va 7 σαυτὸν scripsi cum Re αὐτὸν libri Wolf 15 συνεπηνόρθωσα Va 19 αὐτῷ βοηθεῖν Ath | αὐτῷ libri Wolf Ἑρμογένους scripsi e Mo ἑρμογένης VVaVoAth Ἑρκουλιανὸς Re)

748
αὐτῷ κατέλιπεν ἆθλον τῶν κινδύνων λαβὼν βασιλέως οὖ- σαν, οὐ Τυροῦ.

κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δ’ ἐκείνῳ δοθέντα μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους, ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς δικαίοις, ἀλλὰ τῷ καιρῷ.

ἐγὼ δὲ πόλιν πόλιν οὕτω οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτ’ ἀσφα- λές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι;

εἰ δὲ ταῦτα μὲν ὕθλον ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τού· τῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.