Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ποιητὴν δὲ ἄνδρα καὶ Μουσῶν ἑταῖρον παρὰ τίνα πέμ- ψειν ἔμελλον ἢ παρὰ τὸν ταῖς Μούσαις φίλον; τὰ μὲν οὑν ποιήματα αὐτὸς κρινεῖς καὶ οἶμαι ὅτι θαυμάσῃ· σκόπει 81 ὅπως καὶ οὗτος ὑμῶν τὸ εἰδέναι διδόναι θαυμάσῃ δοκεῖ γάρ μοι σόφισμά τι τοῦτο εἶναι τῶν Μουσῶν τὸ μὴ πλουτεῖν τοὺς δυναμένους εἰπεῖν, ὅπως ἀγείροντες ἀργύριον λέγωσι.
σὺ οὖν αὐτός τε δίδου μεμνημένος, ὡς ἡδέως μοι διηγοῦ προτί ῥᾶς δόσεις, καὶ τοὺς ἄλλους ἐργάζου φιλοτιμοτέρους.
[*](9 VII β΄, σιβ΄. Va ζ΄, σγ΄. Vo (ζ΄), σγ΄. Μο Αth)[*](10 Seeck 221. 397)[*](1 εἴ σε τὶς ταύτῃ Vi 2 ἁ φερομένης Vo sed ex ἀφαιρου- μένῃς corr m5 ἀφαιρομένης Va 4 ἂν ante ἔλθοιμεν Ath | ἀναλοῦνται V ἀνηλοῦντο Μο sed ἡ corr, Wolf ἀνηλοῦντο Αth t. II cf. t. II 503, 14 5 προϊόντος VVaVoAth | αἰ VaVo 7 ἣν Va)[*](11 ἄρα Ath cf. p. 738,8 τίνι Va τινα Ath 12 ταῖς et 13 αὐτὸς inserui ex Ath om VVaVoMo Wolf 13 σκόπει — 14 θαυμάσῃ in marg V4 om Vo 14 ἡμῶν Va 15 εἶναι τοῦτο Αth | τῶν om Μο 16 λέγωσι V sed ὢ ex οὐ corr m5)ωιζ'.
Μοδέστῳ. (363)
Τοὺς ποιητὰς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρ’ ἀνδρὶ ποιητῇ χάρις ὀφειλομένη. μᾶλλον δέ, οὗτος μὲν ἄρξει χάριτος ἐκ λόγων· σὺ δὲ μὴ ἀνάσχῃ γενέσθαι τῶν ὀφειλόντων, ἀλλ’ εὐθὺς ἀπόδος τὴν χάριν, χρυσίον ἀντὶ χρυσῶν ἐπῶν.