Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Σὺ μὲν παρεκάλεις με πρὸς παρρησίαν ὡς πᾶν οἴσων 10 ὅ τι ἂν ἐξ ἐμοῦ λέγηται, Αἰσχύλος δὲ ἀποτρέπει λέγων μὴ δεῖν τοὺς ἥττους θρασυστομεῖν. ἀλλὰ καὶ Εὐριπίδης φησίν, ὡς οἱ μεγάλα πνέοντες, περὶ ὑμῶν δή που λέγων, πικρῶς φέρουσι λόγους παρ’ ἐλαττόνων κρείσσονας. ὅμως δέ, ἐπειδὴ τῶν ἀμοιβαίων ἐπιθυμεῖς, σοί τε χαριοῦμαι καὶ τοῖν ποιη- [*](8 Vii α΄, [ξβ]. Vo α΄, ξη. S α΄, ι΄. Vi πς΄. Vind ρπβ΄. D σνε pr) [*](2 cf. ep. 79. Seeck 66. 227 III 9 cf. ep. 78. Sievera 238, 13. Seeck 358. 66. Silomon 30 11 Aesch. Sappl. 203 12 Eur. Andr. 188) [*](1 λειπόμενος ἐν δόλοις Vind 6 μέγα inserui e S Vi om V Vo Vind D Wolf 9 ἀνλοις S ViD 10 Σὺ — παρρησίαν prae- missis verbis παρακαλῶ ἀττικῶς ἀντὶ τοῦ παρακινῶ καὶ διε- γείρω αἰτιατικὴ, μετὰ δὲ τὴν αἰτιατικὴν εἰς πρόθεσιν ἀποδι- δόμενον), οἷς (ὡς καὶ epim.) Λιβάνιος citat Lacapenus constr. verb. ed. G. Hermann de emend. rat. gr. gpramm. 378, 12 et epimer. in epp. ed. Lindstam Georg. Lac. epp. 44, 17) [*](13 ἡμῶν D | πικρῶς scripsi cum Mosquensi 459, ut coni Wolf μικρῶς Vo sed πικρῶς suprascr m 4 μικροὺς V sed οὺς in ras m 5, edd πικροὺς SVi sed in hoc π in ras, Vind D 14 ἐλασσόνων Vind | δὲ post κρείσσονας libri pr δὲ οὐ Wolf δὲ μή Re) [*](2 Ὀπτάτῳ] υἱῷ ἀνατολίου suprascr S)

82
ταῖν τοῖς μὲν οὐ πάντα εἰπών, σοὶ δὲ οὐ πάντα κρύψας.

πρῶτον μὲν οὖν περὶ τοῦ μέτρου τῶν γραμμάτων ἐκεῖνο λέγω, ὅτι σὺ μὲν τῶν ἐμῶν τὴν βραχύτητα δυσχεραίνεις, ἐγὼ δὲ τῶν ἰσῶν τὸ μῆκος. τὸ μὲν οὖν ἐμὸν ἡ Σπάρτη παραμυ- θεῖται, καὶ σὺ προσείρηκας Λακωνικὴν τὴν ἐπιστολήν, τῆς δὲ σῆς φλυαρίας εἰπὲ τοὺς ἡγεμόνας· ἀλλ’ οὐκ ἂν ἔχοις πλὴν εἰ τὸν ἀκριτόμυθον τὸν ἐπὶ τῆς ἐκκλησίας τῶν Ἀχαιῶν κλάοντα.

τὴν δὲ ἀρχήν σοι λήγειν καὶ πάνυ πείθομαι. φαίνῃ γὰρ ὑπὸ μὲν τοῦ λυπεῖσθαι παραπαίειν, ὑπὸ δὲ τοῦ παραφρονεῖν τοιαῦτα γράφειν. ἕως δὲ οὐ προσεδόκησας τῆς ἀρχῆς τὸ τέλος, ἐσωφρόνεις. ταυτὶ δὲ ἔγραφες ὄντως ἀγρυπνῶν οὐ γὰρ ἦν καθεύδειν ὑπὲρ τῆς ἐξουσίας τρέμοντα.

Ἰουλια- νὸς δὲ τῶν μὲν πρώτων παρ’ ἡμῖν οὐκ ἦν, ἐγένετο δ’ ἂν τῶν πρώτων, εἰ μὴ τὸ μὲν πρῶτον ἐν ὀρχουμένῃ πόλει διή- γαγεν, ἔπειτα παρ’ ἡμῶν ὡς τάχιστα ἀπεπήδησεν, ἐπειδὴ οὐ κακός γε ἐπεφύκει πρὸς λόγους, ἴσως δὲ καὶ αὐτῶν ὧν ἀφῖκτο φέρων ἀπέβαλε τοὺς πλείους, ὡς συνεγένετό σοι. ἐσθλῶν μὲν γὰρ ἀπ’ ἐσθλά, τὸ δὲ ἐχόμενον ἀφίημι σὴν χάριν

δοκεῖ δέ μοι κἀκείνῃ παροξυνθῆναι γενέσθαι στρατιώτης· [*](3. cf. ep. 399 7 II. β 246 | II. β 266 8 Seeck 66 14 Con- stantinopoli cf. Sievers 238,13 17 Theogn. 35 sq. Plat. Men. p. 96 D. cf. ep. 1284. t IV 88,2) [*](3 τὴν om Vo Wolf | βραχύτητα VS Vi Vind D pr βραδυ- τῆτα Vo Sed χύτητα saprascr m 4 cf. ep. 399 5 προείρηκας S sed γρ προσείρηκας suprascr, D 6 εἰπεῖν ἢ S sed γρ πλὴν εἰ in marg, D 8 κλαίοντα V edd | λήσειν pr 10 ταῦτα Wolf | γρ προσεδόκας προσεδόκησας 11 οὕτως Vi 12 τὸν ante ὑπὲρ Vind | ὑπὸ Vi) [*](14 τομὲν V 15 ἀπεδήμησεν D | ἐπειδὴ scripsi e Vi Vind D ἐπειδή γε VS sed in hoc γρ ἐπειδὴ οὐ κακός γε suprascr ἐπεὶ δὲ Vo sed δὲ del m 4, edd 16 γε om D | ἴσως Vind eed ς add m 2 17 ἀπέβαλλε V | ὡς] καὶ S 18 γὰρ om Vi 19 κακεί- νως S) [*](17 Θεόγνιδος suprascr S)

83
ἐώρα τὸν ὕπατον τὸν ἀεροβατοῦντα καὶ μέγα φθεγγόμενον καὶ περιφρονοῦντα τοὺς θεοὺς τοῖς μὲν ἄλλοις ἐπικείμενον, ὑποπεπτωκότα δὲ ἀνθρώποις, ὧν ἀνδράποδα κέκτηται βελτίω.

ἠράσθη οὖν ἰσχύος, ἣν εὗρε σὲ θεραπεύοντα. μὴ οὖν θαυ- μάσῃς, εἰ σοῦ μένοντος ἐν τῷ δι’ ἐκείνους δύνασθαι ζηλώσει τὸν Ἰουλιανὸν Ὁπτάτος.