Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Υπὲρ ἀδελφοῦ τὴν ὁδὸν Ὑπερέχιος ἴφη ταυτηνὶ πεποιῇ- σθαι, ἐφωράθη δὲ ὑπὲρ σοῦ μᾶλλον ἢ ὃν ἴφη πεποιημένος· εἰς μὲν γὰρ ἐκεῖνον μικρά τις ἦν ἡ σπουδή, περιέτρεχε δὲ σβεννύων φήμην ἀκμάζουσαν οὐκ ἀληθῆ μίν, ὡς ἔγωγε ἐπε- πείσμην, ἦσαν δὲ οἱ βουλόμενοι τὰ χείρω κρατεῖν, πἳ τιμῆς μὶν οὐκ ἂν τύχοιεν διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ ἀρετῆς τιμωμένοις φθονοῦντες, ἂν ἐκεὶνοί τι δόξωσιν ἀδικεῖν, ἀναπνέουσι.

πρὸς οὓς ἐγὼ μὲν ἐμαχόμην τῷ εἰκότι συμ- μάχῳ χρώμενος, ἔδει δέ τινος ἐγγύθεν μάρτυρος, ὃς ἕμελλε ποιήσειν μοι τὸ εἰκὸς ἰσχυρόν.

τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐσίγων μετὰ τῶν κατηγόρων τῇ σιγῇ γιγνόμενοι, οἱ δ’ ἀκοῦ- σαι μὲν ταῦτα ἔφασκον, τἀκριβὲς δὲ ἀγνοεῖν, οὐδὲν ἢ μικρὸν ἐκείνων οἵδε διαφέροντες· ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ καὶ σοί τε καὶ ἐμοὶ καὶ Ἀληθείᾳ φίλος ἀνθ’ ὅπλων ὑπὲρ σοῦ τὴν γλῶτ- ταν ἔθετο καταβοῶν μὲν τῶν λεγόντων ὡς ψευδομένων, κατα- βοῶν δὲ τῶν πειθομένων ὡς ἐξαπατωμένων.

καὶ τοσοῦτον ἴσχυσε τῇ συνεχείᾳ τῶν ἀγώνων, ὥστε καθήρας ἡμῖν τὴν πό- λιν τῆς ἀπάτης ἔρχεται· καὶ νῦν οὔτε βουλευτὴς ἰς τὰς πλευ- [*](1 VII β΄, σδ΄. Va ζ΄, ρϥε΄. Vo (ζ΄, ρϥε΄). Μο. S α΄, ε΄. Vi μη΄]. λγ΄. Αth) [*](2 cf. ep. 1350. Sievers 230,9. Seeck 207. 397 Seeck 182) [*](4 ὂν scripsi e VMoSVi sed in hoc οὑ in marg ὧν VaVo Αth Wolf 5 ἐκεῖνο VaVoMoSAth | δὲ om Ath 6 ἥν ante οὐκ MoSViD | ὡς om SViD | ἔγωγε reposui e libris ἐγὼ Wolf) [*](8 τὸ in marg add V4 | δ᾿ D δ᾿Ath | ἐπ᾿ Vi 9 τί τὶ ViD 10 10 ἀναπνέουσιν Ath πνέουσι Vi 11 ἐκεὶθεν Vo ἐκεῖ Ath 12 οὖν om Va inser Vo5 13 κατηγόρων V sed v add m4 | τῆ V sed ῆ ex ὴν corr m4 | οἳ VaMo οἵ DAth) [*](14 τἀληθὲς D 16 τῇ ante ἀληθείᾳ S | καὶ ante ὑπὲρ Vi 17 καταβοῶν — ψευδομένων in marg add V4 19 συνεχείᾳ reposui e libris συνηθείᾳ Wolf | καθάρας Αth | τὴν πόλιν ἡμῖν VaAth)

730
ῥᾶς ὕβρισται κέρδος τε οὐδὲν κεκράτηκε τῆς ψυχῆς δοκεῖ τε ὁ γενναῖος Μάξιμος εἶναι τοιοῦτος οἷός ἐστιν.

ἐγὼ οὖν ἀμφοτέροις συνήσθην τῶν ἐπαίνων, εἰ σὺ μὲν ἐν ἀρχῇ δίκαιος, ὁ δὲ ἐν ἀρχομένοις, καὶ ἅμα ἐδόκεις μοι μηδὲν εἰς αὐτὸν εὐ- νοίας ἐλλελοιπέναι.

τοῦτο δὲ οὐκ ἠρόμην· ὑπὸ γὰρ ὧν ἔπραττεν εὐθὺς ἐδιδασκόμην. τοσαύτη τις ἦν ἡ περὶ τὴν ἀπο- λογίαν προθυμία δεικνῦσα μὲν τὸν ἀληθεύοντα, δεικνῦσα δὲ τὸν ἀμειβόμενοι χάριτας. τοιούτους ἐγὼ τρέφω τε καὶ συνί- στημι τοῖς φίλοις.