Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὤιμην σὲ ὑπὸ τῆς ἀρχῆς καὶ τῶν περικεχυμένων πραγ- μάτων οὐκέθ’ ὁμοίως ἀγαθὸν ἐπιστέλλειν εἶναι· σὺ δὲ ἄρα καὶ τοῦτο πράττεις κἀκεῖνο ἐφύλαξας. ἐμὲ γοῦν τὸν οὐδὲν ἄλλο ἢ γράφοντα νενίκηκας τῷ πλήθει.

τὸ δέ γε κάλλος ἴσον, καὶ [*](15 VII β΄, ρϥς'. ζ', ρπζ΄. Vo (ζ΄), ρπζ΄. Mo. SI γ΄, κς ε'. λβ΄. Αth) [*](8 Amm. M. XVIII 6, 3. Nonn. Dion. XVIII 1. cf. t. II 477, 2; VII 273, 16; ep. 142 p. 140,2; ep. 278 p. 263, 13; ep. 999 16 Sievers 83 not. 74; 252, 5. Seeck 160. 396) [*](3 ὡς] καὶ V 5 αὐτόν VaVo sed in hoc ' in ’ corr, Μο Ath | κἀκεῖνον Ath sed ὂν dilut 6 οἶδεν Va 7 ἡ] ἣ S 9 αὐτῆς libri Wolf 10 ἦλθεν Ath 11 ὁ δὲ] ὅτι δὲ VVaVo sed in hoc τι eras, S ὅτι δὲ καὶ Ath 12 καί που τί VaAth 13 κρότον συνεισηνέγκαμεν Ath | ὃν om VS | εἶδε VVoMoS | του S 16 Γαϊανῶ SII 17 ὑπὸ scripsi e VSI.II ἐπὶ VaVo Mo Ath 20 ἶσον VaVo Ath Wolf)

721
μικρός μοι σῖτος ἅπας καὶ χρυσὸς πρὸς τὴν ὥραν τῶν γραμ- μάτων, ἐν οἷς ἡμᾶς ἀναγκάζεις μὴ σιγᾶν ὡς δόξοντας χρὴ μάτων ἕνεκα ἐπεσταλκέναι, εἰ ἅμα τῷ τὰ χρήματα ἔχειν ἀπο- στησόμεθα τοῦ γράφειν.

αἰσθάνομαι δὲ ὅτι γελᾷς ὑπὸ σαυτῷ με λαβὼν καὶ γεγονὼς κύριος παίζειν τι καὶ τιμὰς τάττειν πυρῶν καὶ κριθῶν ἀλλ’, εὖ ἴσθι, μᾶλλον ἴσῃ μου κύ- ριος αὐτίκα καὶ δώσεις τι μεῖζον ὁ τὰ παρόντα θαυμάσας. τότε σύ τε ἐμοῦ λέγοντος ἀκούση καθήμενος, οὗ σοι πρέπει, καἰ ἐγὼ σοῦ τὰς ἴριδας τῶν ἐν ταῖς δίκαις ῥεούσῃ φωνῇ δια- λύοντος, καὶ ἐπαινεσόμεθα, σὺ μὲν εὐνοίᾳ τἀμά, ἐγὼ δὲ ἀλη- θεία τὰ σά.