Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τὸ μὲν τοὺς σοφιστὰς διασύρειν εἰωθός σοι καὶ πα- λαιόν, ἔδει δὲ καὶ τὴν Πυθίαν τοῦτο παθεῖν. ὅπως σοι τὰ πρέποντα τῷ νέῳ πράττηται σχήματι. λέγουσιν οὖν σοι καὶ οἱ σοφισταὶ ἡ Πυθία· μὴ παύσαιο διασύρων ἃ τι- μᾶν ἄξιον.

ἐγὼ δὲ φιλεῖσθαι μὲν ὑπὸ σοῦ πιστεύων [*](4 VI α΄, ξ΄. Vo α΄, ξε. pr 12 Vi et II α, ξα΄. Vo α΄, ξς΄. α΄, ζ΄. Vi πδ΄. Vind πρα΄. D β΄. pr) [*](5 Sievers 79 not. 51. Seeek 358. 212. 52. Silomon 30 13 Sievers 288,13. Seeck 358. 66. Silomon 30) [*](2 ἀντέστησας V sed τ (1) eras 9 ὑμᾶς V sed η snpra υ m 5 10 ἔχουσιν Wolf 14 Τὸ — παλαιόν praemissis verbis διασύρω αἰτιατικῆι ὡς καὶ Λιβάνιος citat Lacapenus de constr. verb. ed. Hermann De emendand. rat. graec. gramm. p. 388, 16 πάλαι Lacap 16 λέγουσιν — 18 ἄξιον om S 18 ἐγὼ — 80,1 παθεῖν praemissis verbis ἐπαγγέλλω τὸ χάριν αἰτῶ, ἐνίοτε μὲν πρὸς ἀπαρέμφατον συντασσόμενον, ὡς καὶ Λιβάνιος citat Laca- penus de constr. verb. ed. Hermann l. l. p. 368, 7 (cf. cod. Mosq. 316 fol. 30))

80
καὶ ἐπέστελλον καὶ ἐπήγγελλον εὖ παθεῖν οὐδὲν αἰτῶν ὑπεραῖρόν σου τὴν δύναμιν, ἀλλ’ οἷα πολλὰ καθημέραν ἔσπειρες ἀξίοις τε ὁμοίως καὶ μὴ τοιούτοις· ἐπεὶ δὲ ἀντὶ τοῦ συμπρᾶξαι γράμμα ἡμῖν ἔπεμψας παιδιᾶς γέμον, καιρὸν ἥκειν ἡγησάμην τοῦ μήτε ὑπὲρ χάριτος μήτ’ ἄλλως ἐπιστέλλειν.

καὶ διαφυ- γόντος μὲν τὴν νόσον ἥσθην οὐχ ἧττον αὐτοῦ τοῦ διαπεφευ- γότος, ἐξῆν δέ που καὶ ἄνευ τοῦ γράφειν ἥδεσθαι, καὶ οὐχ ὅστις οὐκ ἔγραφεν, οὗτος οὐδὲ ἥδετο, ἀλλ’ ὥσπερ ἐν τοῖς γεγραφόσιν ὅτι ἥσθησαν ἦν ἴσως εὑρεῖν τὸν οὐχ ἡσθέντα, οὕτως ἐνῆν καὶ μετὰ σιγῆς ἡσθῆναι.

σὺ δὲ ἐδέου κόλακος, ἀλλ’ οὐχ ἡδομένου διὰ φιλίαν. ἀγνοεῖν δὲ λέγων ᾧ τοῦ γρά- φειν ἐπαυσάμην, ὕβρει δευτέρᾳ τὴν προτέραν παρέρχῃ τότε μὲν οὐκ ἄξιοι ἡγησάμενος φροντίδος, νὺν δὲ οὐδ’ ὅτι μου κατημέλησας εἰδώς.

καὶ πρᾶγμα πέπονθας οὐκ ἀλλότριον τῆς ἐξουσίας οἱ γὰρ ἐπὶ λαμπρᾶς τῆς τύχης ὑμεῖς οὐδὲ ἀδι- κεῖν οὓς ἀδικεῖτε ἡγεῖσθε νομίζοντες προσήκειν ὑμῖν μὲν ὑβρίζειν, ἐκείνοις δὲ πανταχοῦ προσκυνεῖν.

ὁρᾷς, ὅτι κρεῖτι- τον ἦν σοι μὴ κινεῖν τὸν ἀνάγυρον; νῦν δὲ ἐπιθυμήσας μοι λῦσαι τὴν σιωπὴν ἐπὶ σαυτὸν ἔλυσας καὶ ῥεχθὲν ἔγνως καὶ [*](18 cf. ad t. VI 625,3 19 11. ρ 32) [*](1 καὶ (1) — παθεῖν praemissis verbis ἐπαγγέλλω ὡς ἐπιτοπολὺ τὸ αἰτῶ Λιβάνιος ἐν ἐπιστολῇ τῇ Τὸ μὶν τοὺς σοφιστὰς δια- σύρειν citat Thomas M. s. v. ἐπαγγέλλω p. 142, 11 R 2 καθ᾿ ἡμέραν ViD edd | ἔσπειρας D 3 σοῦ Re | συμπράξαι V 4 γράμμα τὲ D | παιδιᾶς V sed ιᾶς ex είας corr m 4 | ἡγησάμην ἥκειν VindD 5 ὑπὲρ scripsi e V Vo Vind sed ερ ex o corr Vo 2 Vind 2, ut coni Re ὑπὸ SViD edd | μήτε Vo Vind Wolf 6 αὐτοῦ om S | τὴν νόσον post διαπεφευγότος S sed γρ inmarg, μοι Vi 7 δή D | που scripsi e V σοι Vo σοι Vind pr μοι S sed γρ σοι in marg, ViD Wolf 9 literis γραφόσιν inc VIII fol. 23 r 14 εἰδὼς· inser Vind 14 καὶ — 15 ἐξουσίας om Vind 15 οἱ] οὐ S 16 ὑμῖν μὲν προσήκειν SVi 17 πανταχῆ Vi 18 μοι] σοι D)

81
ταῦτα οὐκ ὢν νήπιος, ἀλλ’ οὐδὲ Ὀδυσσέως λειπόμενος ἐν δό- λοις.

Ὀπτάτῳ δὲ πέμψας μὲν χρυσίον ἐπαινῇ παρ’ ἡμῶν, ὅτι δὲ αὐτὸ ἐλπίζων τῷ χρυσίῳ ποιήσειν ῥητορικὸν ἑκατὸν στατῆρας ἔπεμψας ἐξὸν χιλίους, οὐκ ἐπαινῇ· εἰ γὰρ οὓς ἔπεμ- ψας οὐ μικρὸν δύνανται, μᾶλλον ἂν ὠφέλεις ἀπὸ πλειόνων. ἀλλὰ καὶ τοῦτο τὸ μικρὸν παρ’ ἡμῖν τε μέγα κεῖται καὶ ἡ δα- πάνη κατὰ λόγον χωρεῖ