Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

οὐ μὴν ἀλλ’, εἰ καὶ σφό- δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε- νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου.

καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ- γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.

ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.