Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἔοικας ἀνδρὸς πονηροῦ γραμμάτων ἐπιθυμεῖν, εἴτε διὰ χρόνου μῆκος ἐπιλέλησμαι φίλου εἴθ᾿ ὑπό τινος εὐπραξίας αὐτὸ τοῦτο ἔπαθον, καὶ θαυμάζω γε ὅπως οὐ κέρδος ἡγήσω τοῦ τὰ τοιαῦτα νοσοῦντος ἀπηλλάχθαι.
ἐγὼ οἱ τῆς μὲν κοινῆς εὐτυχίας ἰχῶ τὸ μέρος ἀρχόμενος ὑπὸ βασιλέως ἀρίστου. τοῖς δὲ ἰδίοις οὐδένα παρελήλυθα τῶν γειτόνων. οὔτε γὰρ οἰκοδομῶ λαμπρῶς οὔτε γῆν ἐώνημαι πολλὴν οὔθ᾿ ῥα βδούχων παραπέμπομαι παιόντων καὶ φοβούντων οὐδ᾿ ὑπ- ισχνοῦμαι μεγάλα οὐδ’ ἐχθρὸν ἠμυνάμην.
τίνα τοίνυν ὄΠ· ἑωρακὼς ὑβρίζεις; τίς μηνυτὴς ἢ τίς μάντεων τοῦτον ἔφρασέ σοι τὸν ὄγκον; εἴσειμι παρὰ τὸν βασιλέα καλούμενος, ἄλλως δὲ οὐδαμῶς, τοῦτο δὲ οὐ συνεχῶς. εἰσελθὼν ἀκούω λέγοντος, καὶ γάρ ἐστι Σειρήν, καὶ ὅ τι φθέγξαιτο, συγγράμματος τοῦτο οὐ χεῖρον ἀμείνων γενόμενος τὴν γνώμην ἄπειμι παρακλη- θεὶς εἰς λόγους τοῖς τοῦ βασιλέως λόγοις
οὗτοι τῶν εἰσό- δων οἱ καρποί. τὸ δὲ τὸν δεῖνα μέν, ὦ βασιλεῦ, παῦ- δον ἄρχοντα, ὁ δεῖνα δὲ ἀρξάτω, καὶ τῷ μὲν γενέσθω τιμὴ, τὸν δὲ ἔκβαλε τῶν ὄντων, ταῦτα δὴ τὰ ἐπὶ τοῦ Πραξίλλης Ἀδώνιδος οἴχεται καὶ νῦν ἲς ἀληθῶς εἰς ἔργον [*](1 VII β΄, ρϥγ΄. Va ζ΄, (ρπδ΄). ζ΄), ρπδ΄. Μο. S δ΄, ὄη Vi [ρνς΄]. Vind κβ΄. D ρος΄. Ath Liban. XX epp. ed. Benzel. n. XIII.) [*](2 Sievere 93 not. 41. Seeck 77 396 21 Praxill. ἁ 1 Bergk Poet. lyr. t. III 566 4 apud Zenob. par. IV 21) [*](2 ἀνατολίω Vi 3 ἔοικας Va sed ἔοικα del | εἴτε διὰ del Va 4 πλῆθος VindD Benz | ἀπραξίας Benz 5 αὺτὸ inserui e libris sed ταὐτὸ Va om edd | ἡγήσῃ edd sed corr Wolf Add 863 9 οὔτε(2) Vi 10 τε ante καὶ D edd delovi | σοβούν- των Vind οὔθ᾿ MoVi Wolf 14 δ’ Wolf | δ᾿ Vind | δὲ post εἰσελθὼν V edd delevi | συνεχῶς εἰσελθὼν, ἀκούω Vi ἀκούω λέ- γοντος εἰσελθων Ath 15 ὅτι SDAth 17 τοῦ om Vind 20 τοῦ om Vind D 21 τῆς ante πραξίλλης Mo Vind D edd de- levi | καὶ ante ἀδωνιδος Vind, τὲ καὶ D | ὡς ἀληθῶς inser Ath)
οὐ μὴν ἀλλ’, εἰ καὶ σφό- δρα τις ἦν τῶν γε τοιούτων ἐξουσία, τῶν φευγόντων ἂν ἐγε- νόμην τὸν ὄγκον ὥσπερ τι φορτίον οὐ φορητόν. πιστεύοις δ’ ἄν μοι δικαίως, εἰ μὴ ὅπερ αἰτιᾷ πέπονθας καὶ ἐπιλέλησαί μου τοῦ τρόπου.
καὶ μὴν κἀκεῖνό γε ἄτοπον εὔχεσθαι μὲν ζῆν ἐν τοῖς αὐτοῖς πράγμασι, καινὰ δὲ ποιεῖν καὶ οἵα οὔπω πρότερον. ἀνάμνησον γάρ με, τί σου γράμμα πρὸ τοῦδε πρὸς ἡμ.ᾶς ἧκεν εἰς Συρίαν, ἀλλ’ οὐκ ἂν ἔχοις. οὐκοῦν ἕτερος γέ- γονας καὶ αἰτῶν παρὰ τῶν θεῶν ὁ αὐτὸς εἶναι τέμνεις ἄλλην ὁδὸν ἑκὼν ἡδίω μὲν ἐμοί, ταῖς δὲ σαῖς εὐχαῖς μαχομένην.
ἀλλὰ ταύτην μὲν ἰὼν καὶ γράφων μὴ παύσαιο, βουλοίμην δ’ ἄν σε καὶ περὶ ἡμῶν ἐπιεικεστέραν ζητεῖν αἰτίαν καὶ ὅταν γράμματα μὴ λάβῃς, μᾶλλον τοῖς διακόνοις ὡς ἠμεληκόσιν ἐγκαλεῖν ἢ τὸν φίλον νομίζειν εὐθὺς γεγονέναι κακόν, ὃς ἐβουλήθη μὲν σοὶ τὴν ἱερωσύνην γενέσθαι, τοῦ φθάσαντος δὲ ἡττήθη τοῦτ’ αὐτὸ δίκαιον ἔχοντος τὸ προειληφέναι.