Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, ιὐδέτερον ἆν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖ- νός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.

ἐμοὶ δὲ καὶ ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρι- θέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκού- σας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἴν δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς, τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόν- των καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρε- τὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους, εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν [*](6 VII β΄, ρπζ΄. Va ζ΄, ροή. Vo (ζ΄), ροη΄. Μο . S δ΄, οε΄. Ath) [*](7 Sievers 229, 7. Seeck 207 VI. 396 8 Seeck 216 215 cf. ep. 804) [*](2 τε] σε Μο 4 ἐπεγείροντας Va 8 Εἴ] ὅτι Ath | οὐδ᾿ ἕτερον S 10 τὸν ante γενναῖον Wolf delevi cum Re | τὸν om Ath | ἀπειργάσθαι scripsi auctore Re ἀπείργασται libri Wolf 15 εὔρων V sed ν corr m3 | ἥκων scripsi e VaVo sed in hoc ex ἧκον corr m4, Μο ut coni Re ἥκοντα VS ἧκον Ath sed ΄ et τὰ suprascr m2 16 ἀθυμησάντων Mo 47 αὐτῷ libri Wolf | ξυνόντας S 18 τούτων) τοῦ τόπου Seeck 396 not. 2 | ἐκβάλοι scripsi e VaVoMoAth ἐκβάλῃ V Wolf Seeck ἐκβάλλῃ S sed ἐκβάλλει in marg | ἂν post ἐκβάλοι inser Vo4 | <οὓς> μένους Seeck 19 εἰ δὲ ἴδοι scripsi εἰ δὴ V sed εἰ et corr m2, Ath Wolf ἴδη VaVo sed ι ex η corr ἤδει ὅς S sed in marg ὃς δὴ Mo ἴδη Seeck | ἐπὶ ante τὸν inser Vo4)

712
εἰς σχῆμα κατέστησεν.

ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέ- στερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ βασιλεύει τὰ μὲν λογισμοῖς τὰ δὲ μαντείαις εὑρισκομένη.

παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακα- ρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Δῖός δὲ ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι’ ἀρχῶν ἐπὶ τὸν τοῦδε θρόνον κομίσειεν.