Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἴδου καὶ κηδεστής ἐστί μοι τοῖν Ἰουστινιανοῦ παίδοιν ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ ἐπειδήπερ ἐστὶ Κυνηγίῳ, ὅς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη.
ἵν’ οὖν κὰκεῖνος κοὶ Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ὄρα φιλοῦσι, τὸν δαὶ σοῦ τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί. περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆ- λον ὡς, εἰ βιάζοιτό τις, οὐκ έπιτρέφεις.
ἀλλὰ τοῦτο μὶν κοινὸν Κιλικίας καὶ τοῦ τῆς άρχῆς νόμου· προσίστω δὲ τῷ νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας Μάρκον, εἰ παρ’ ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ περὶ τὰ τῶνδε κτήματα.
φπη΄.
[*](W 698)Τῷ αὐτῷ. (362)
Ἀνήρ τις τῶν ἐπιεικῶν ἐδεήθη μου δεηθῆναί σου καὶ χάριν αἰτῆσαι τοῦ πρέποντος οὐκ ἔξω, ταμίαν τινὰ κοινῶν χρημάτων, Παπιριανὸν ὅπως βλέποις ἡδέως· ἐγὼ δὲ ἐκεῖνον [*](1 VII β΄, ρπγ΄. Va ζ΄, ροδ΄. Vo (ζ΄), ροδ΄. Μο 16 VII ρπδ΄. Va ζ΄, ροέ. Vo (ζ΄), ροέ . Μο . Ath) [*](2 Sievers 90 not. 29. Seeck 104. 395 5 Seeck 197 | Letoium cf. Seeck 197 14 cf. ep. 372. Seeck 104 17 Seeck 104. 396) [*](5 κυνηδίῳ Μο | τὸν(2) οm Mo | αὐτοῦ VVaVo 6 ἐμῶν del V3 om Μο 7 λητώτος Va | ῥάθυμον libri Wolf | φιλοῦσι scripsi e Μο φιλεῖν V φιλεῖ VaVo Wolf | διάσου τὸν Μο 8 τὴν reposui e libris τὸν Wolf 9 τἄλλα Vo 13 ἑστ ante ἑτέρα Vo sed del m4 | ἑτέρᾳ V sed inter ἑ et τ ras 2 litt (φε?)) [*](17 κέλσω Ath 20 παπειριανὸν Ath)
εἰ οὖν μὴ φαῦλος ὁ ταμίας, ὅπερ εἰκάζω, τυγχανέτω τινὸς ἀγαθοῦ.