Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφ᾿ οὖπερ ἦκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τι- τιανός.
ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσού- τοις, ὃς οὐδ᾿ ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταΐς Μούσαις σύνει καὶ δύνασαι παρ᾿ αὑ- ταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι;
τὴν δὲ Ἀκακίου ῥώμην, μεθ᾿ ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ;