Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ’ ἔκλεισας μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν.

σὺ δ’ οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ’ ὅπως μήτ’ ἀνοί- [*](15 VII β΄, ρμς΄. Va ζ΄, ρλε΄. Vo (ζ΄, ρλε΄). Μο. Vi [σνε΄]. D ρξζ΄. Ath) [*](5 cf. ep. 749 16 Seeck 200 VI. 393) [*](1 τὴν ἡμετέραν Vat Wolf 1182 2 κανταῦτα Va 5 ὅρα ex ὥρα corr VAth 6 φίλος. post ὅτι inser et 7 τιμᾷς in τίμα corr Re 6 μέντοι om Ath Vat Wolf 1182 7 τὸν V sed ν eras 13 δορυμιῶν Μο | προτέρους AthVat Wolf 1182 18 όνόητον reposui e libris ἀνοήτου Wolf sed corr Add 863 19 βραχύς Μο | οὔ<με> α 20 ἐκέλευσας Re 21 δὲ post αὐτὸς Vo3 Wolf delevi cum Re | δὲ Wolf 22 Με scripsi e Va Ath οὐ VVoMoViD Wolf „οὐ τῆς οἰκίας, οὐ σιτίων, alias le- gendum esset οὐδὲ σιτίων“ Re | ὅπερ Vi)

675
ξαις παρὼν μήτ’ ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτοι ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν.

ἢν γάρ, οἶμαι μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. ει γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ᾿ ἐμοῦ δὲ ἐκινεῖτο. ἀλλ’ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι

ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ’ εἰ χλευάζειν ἐπι- θυμεῖς, τοὺς μὲν ἄλλους ἴα χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.