Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὅτ᾿ ἐν Νικομηδείᾳ τῆς εὐδαιμονίας ἐκείνης ἀπηλαύομεν οὐ πλουτοῦντες μᾶλλον ἑτέρων, ἀλλὰ σχολὴν ἄγοντες εἰς λόγους, [*](15 VII β΄, ρμ΄. Va ζ΄, ρκθ΄. Vo (ζ΄), ρκθ΄. Μο. Ath) [*](16 Sievers 54 not. 6 et 7. Secck 104. 393) [*](1 δ’ MoVind Wolf | αὐτὸν VaVoVind 2 δὴ S | ἔλεγεν Va 5 ῥᾷον scripsi e VVaVoMoSViDAth μάλιον Vind Wolf γρ ὑπὲρ γρ περὶ λάβης Vi | ὑφ’ S | παρὰ παρὰ Mo Vi 7 υἱούς Vind | τῆς ἀρχῆς scripsi e V sed ης bis ex ων corr m4, MoSViAth τᾶς ἀρχὰς VaVo τῶν ἀρχῶν VindD Wolf 8 οὐδὲ Vind 9 καὶ (1) οὑς om Vo inser Μο | ταξιάρχα; S 10 ὁτωδὴ Vi | δήποτε scripsi δὴ e VD δὴ VaVoMoVindAth Wolf δὲ S ταῦτα(1)] ταῦτ᾿ ΜοD Wolf | ταῦτͅα(2)] ταῦτ’ Mo Wolf 12 πρᾶος VindDAth 13 καὶ ante πρόσθες Va Ath 17 οὔτ᾿ Ath | ἀπολαύομεν V Wolf ed ἀπελαύομεν VaAth sed in hoc ε(1) corr m2, Wolf Add 863 Re)
ἀπὸ δὴ τῶν χρόνων ἐκείνων εὐεργέτην τε τὸν ἄνδρα ἐγραψάμην καὶ οὐδὲν οὕτως ἐπιτάξει χαλεπόν, ὃ μὴ ποιῶν οὐκ ἂν ἡγοίμην ἀδικεῖν. τὸ δὲ δὴ νῦν καὶ μάλα ῥᾷστον· κελεύει γάρ με δι’ ἐπιστολῆς δεηθῆναί σου γυναικῶν τινων ἐπιμεληθῆναι δύο, Φιλοπάτρα ὄνομα θατέρᾳ, τῇ δὲ ‘Eρμογἐνεια.
ἐγὼ δὲ οὐκ ἠρόμην, ἐφ’ ὁποῖα δὴ χρῄζουσι τῆς βοηθείας, ὅπως πρὸς τὴν φύσιν τῶν πραγμάτων ἢ γράψω ἢ μή, ἀλλ’ ‘ὲν ἐκεῖνο πεπεικὼς ἐμαυτόν, ὡς οὐκ ἂν Πομπηιανὸς γυναιξὶν ἐπὶ νόμους ἤμυνε, δίδωμι τὴν ἐπιστολὴν εὐθέως.
σὺ δ’ οἷς ποιεῖς εὔφραινε τὸν ἄνδρα ἐκεῖνον, ὅς μοι πολλάκις ἠγωνοθέτησεν