Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἀλλ᾿ ὅτι μὲν χελώνην εἰς ἀγῶνα ποδῶν καλῶ σὲ παρα- καλῶν ὑπὲρ φίλου τι σπουδάσαι, σαφῶς ἐπίσταμαι, σὺ γὰρ ἢν ἴδης Παρθένιον καὶ τὰ γράμματα λάβῃς, πρόσωπον μὲν Μεὶς ἡδομένου τῷ τε ἐκεῖνον ἰδεῖν καὶ τῷ ταῦτα λαβεῖν, ἐρήσῃ δὲ ὅτου δεῖ καὶ θαρροῦντα κελεύσεις λέγειν καὶ τὰ μέ- γιστα μικρὰ φήσεις καὶ οὐδὲν ὅ τι οὐκ ἔσεσθαι· ἐπειδὰν δὲ ὁ τοῦ πράττειν ἥκῃ καιρός, λιπὼν τὴν τάξιν καὶ ῥίψας τὰς ὑποσχέσεις ὄψει τὸν ηπατημένον σὺν γέλωτι λαμπρῷ καινὴν τινα ταύτην ἀπολογίαν εὑρὼν τὸ γελᾶν ὑπὲρ τοὺς ἄλλους.

ἀλλὰ καὶ ταῦτα εἰδὼς ὅμως ἐπιστέλλω. καὶ γὰρ νῦν ἢ τῇ φύσει χρησάμενος μαρτυρήσεις τοῖς γράμμασιν ἢ κρείττων ἐκείνης γενόμενος ἐν οἷς ἐλέγχεις μου τὴν ἐπιστολὴν ὃν ἐλέγχεις ὀνήσεις.

οε'.

[*](W 73)

Εὐμολπίῳ (359)

Πρώτην ἐπιστολὴν περὶ καλοῦ τινος. εἰ δὴ καλὸν ἡ φιλία, πρὸς σὲ γράφω καὶ βουλοίμην ἄν σε πεῖσαι, μέλλοντι [*](1 Vi α΄, νε΄. Vo α΄, ξ. S δ΄, ιθ΄. Vi σα΄. Be η΄. D σια. pr α΄, νς΄. Vo α΄, [ξα΄]. S δ΄, κ΄. Be ῐ. pr) [*](2 Sievers 84 not. 85. Seeck 281. 368. Silomou 30 3 cf. t. VIII 26, 11 sq. et ad t. IV 368, 19 5 cf. ep. 72. 78. 76 17 Sie- vers 167 not. 96. Seeck 136. 359. Silomon 30) [*](4 τί Be τὶ D | καλῶς Wolf 5 ἆν Wolf 6 τῷ (2)] τὸ D 8 ὅτι libri Wolf | ἐπειδ᾿ ἂν V 9 ἥκει ViBe 11 ταύτην om Be ταύτης pr 12 ὅμως om Vi | καὶ γὰρ νῦν ἢ scripsi e S sed γρ ἢ γὰρ νῦν supraecr, Be D καὶ γὰρ καὶ νῦν V sed καὶ (1) in ἢ corr μ 4 καὶ γὰρ νῦν Vo aed ἢ γὰρ καὶ νῦν suprascr m 4 καὶ γὰρ νῦν ὃ Vi καὶ γὰρ νῦν pr ἢ γὰρ καὶ νῦν Wolf 14 ταύτης SD 18 τινος] πράγματος S 19 πεῖσαι Be sed αι in ras m 2 | μέλλοντι Be sed λ(2) inser m 2 μέλλοντα pr)

76
δὲ μὴ πείσειν οὐκ ἂν ἔχοι κακῶς τὸ προελέσθαι.

ἐγένου Παρθενίῳ συνήθης καὶ τὸ πρᾶγμα εἰς τοῦτο προῆλθεν ὣσθ ὑμᾶς ἀλλήλοις γαῖ πρὸ τῶν οἰκείων εἶναι τοῦτον δὲ τὸν δεσμὸν ὑποψία τις ἐμπεσοῦσα διέκοψε καὶ ἔδοξε Παρθένιος ᾧ χαλεπὼς εἶχες. τοῦτον εὖ πεποιηκέναι.