Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οἶον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ’ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαῖσαι τέχνης μικρὰ μὶν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.

ταυτὶ μὶν τῆς πρὶν εὐηθείας ἤ, εἰ βούλει γε, δυστυχίας· ἀλλὰ νῦν ἥκουσί τε ἀκριβέστερον περὶ τοῦ πάθους καὶ τήν τε φύσιν ἥτις ἦν ἐξεῦρε καὶ δι’ ὧν ἢ στήσεται τελέως ἢ κουφότερον ἀνιάσει ἕφρασε σκεψάμενος.

καὶ πεῖρόν γε τῆς ἐπικουρίας εὐθὺς ἐν προοιμίοις ἐλαμβάνομεν οὐκ ἀγεννῆ· ὡς δὲ ἐπῄνουν τε καὶ ὡμολόγουν, γνώτω τοίνυν ἴφη καὶ Δημήτριος σοφιστής. τοῦτο δὲ ἦν εἰδότος ὅτι τοσαύτην αὐτῷ χάριν, ὅσηνπερ ὁ κάμνων, εἴσῃ.

σὺ δ’ ὁμοῦ τι τὴν χάριν ὁμολογεῖν καὶ κινεῖν ἐπί τι σοφώτερον· οἷα γὰρ ἐν μεγάλῳ πολέμῳ καὶ μῆκος ἔχοντι πολλῶν δεῖ τῶν ἐπιτεχνήσεων. βιβλίον οὖν ποιησάτω σοῦ πείθοντος, ὅπως εἰς ἐκεῖνο βλέποντες οὕτως ἄγωμεν τὸ σῶμα πειθόμενοι τῷ νόμῳ.

[*](1 VII β΄, ρλς΄. Va ζ΄. (??) pro ρκδ΄. Vo (ζ΄), ρκε pro ρκδ΄. Μο. S α΄, ξα΄. Vi δ΄. Ath)[*](2 Seeck 119. 393 3 cf. ep. 744. 751 17 cf. ad t. II 27, 10)[*](3 ἐφρόνουν S 4 γάρτοι Ath | δεῦρο S 5 δ’ Wolf | νοσῶν ἐγὼ Vi 6 διειλέχθην S 8 ἤκουσέν Va ἤκουσάς S 9 τε(2) om Vi | ἐστιν S 10 ἐξεῦρεν VaAth | τελείως V ταχέως Vi 11 ἔφρασας S 12 ἐν προοιμίοις om S | ἀγενῆ Vi 13 ἔφη post ὁ σοφιστής Aih ἔφην V | καὶ om Vi 14 αὐτῷ inserui e libriB sed αὐτῷ — 15 τε praemisao κείμενον in marg add V4, ut coni Re om Wolf 14 αἰτῶ Vi 15 ὥσκερ Ath | εἴσει Aih | σὺ scripsi e V4 VaVo S Ath σὺν Mo σὸν Vi Wolf | τῆι V sed η in ras m4 16 τοι S 17 δὴ MoS | τῶν sed ῶν corr m4 19 ἄγοντες Vi)
666
[*](W 651)

ψλθ΄.

Ἀνατολίῳ. (362)

Ὑμῖν μὲν εἵη καλλιερεῖσθαι καὶ τυγχάνειν τῶν θεῶν, τοῦ τε τῶν Μουσῶν ἡγεμόνος καὶ τοῦ τὸ ὄρος λαχόντος, λέ- γεται γὰρ δὴ βασιλεὺς ἀναβήσεσθαι κἀκεῖσε τὴν χαλεπὴν ὁδὸν ῥᾳδίαν ἡγούμενος, εἰ προξενοίη βωμόν· ἐμὲ δὲ ἔδει μὲν κοι- νωνεῖν καὶ ὁδοῦ καὶ εὐχῶν καὶ ἱερῶν καὶ βλέπειν εἰς τὸ τοῦ βασιλέως γένειον, ᾧ κοσμεῖ τὴν πορφύραν, τῇ Τύχῃ δὲ οὐ ταῦτα ἔδοξεν, ἀλλά με πληγὴν οἴαν οὐ πρότερον ἔπληξε.

καὶ διῆλθον ἂν περὶ αὐτῆς, εἰ μὴ τὸν ἄμεινον τῆς ἐπιστο- λῆς ἐροῦντα τὸν χρηστὸν εἶχες Ὀλύμπιον, ὃς καὶ παρῆν ἡμῖν καὶ συνεδάκρυε καὶ χεῖρα ὤρεγε καὶ πάντα οἶδεν.

οὗτος δέ ἐστιν ἐκεῖνος, ὃν ἐπαινοῦντος ἐμοῦ ἐγγράφειν ἕτοιμος εἰς τοὺς φίλους ἦσθα, καὶ προσάγειν τὸν ἄνδρα ἐκέλευσας. καὶ ταῦτα οἶδε καὶ ἡ ἄμπελος, ὑφ’ ἣν περιπατοῦντες ἐποιούμεθα τοὺς λόγους ἔχοντες παρ’ αὐτῆς ὁπόσον ἄν τις ἐξ ὀροφῆς.

ὁ μὲν οὖν Ὀλύμπιος ἐνέκειτό μοι βοῶν εἰσάγειν αὑτόν, ἐγὼ δὲ ὑπὸ κακῶν μυρίων εἰργόμην. ἐπεὶ δὲ οὐ φέρει τὴν ζημίαν ἀκούων, ὡς ὁ μικρά σοι συγγενόμενος ἀπέρχεται φρονιμώτερος, τὸν δεύτερον ἐζήτησε πλοῦν, γράμματα ἐμὰ ἀντ’ ἐμοῦ, καὶ οὐκ ἔμελλον δήπου μὴ δώσειν.