Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει.
γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.
[*](1 VII β΄, ρλε΄. Va ζ΄, ρκγ΄. Vo (ζ΄), ρκγ΄. Μο. S α΄, ν΄. Vi [ρφς΄]. D ρξε. Ath)[*](2 Sievers 125 not. 1. Seeck 231. 392)[*](2 ἰουλιανῶ D 3 αὐτ(??) S αὐτῶ Vi | τούτω Vi 5 γίνεται S ViAth 6 δέ ante ἐστιν D | ἐστιν om Mo | καὶ ante δρώμενοι e Med.B (= Laur. LVII 19) Wolf delevi 7 πολεμίους SVi ει οι D Ath 8 ἐπιλίποι Μο ἐπιλίπῃ S ἐπιλίποι Ath ἐπιλίπη ViD)[*](9 εἰωθὸς V sed ὂν add m4, S sed γρ εἰωθὸς ὂν suprascr οὖν inserui e V sed inser m4, VaSViDAth om VoMo Wolf 10 οὔτε D 11 αδτῶν VViD | συνεπιθήσονται αὐτοῖς SViAth)[*](12 σου scripsi e SViAth σοι VVaVoMoD Wolf 13 μὶν ante γενέσθαι SVi | χεῖρον SVi 15 μᾶλλον SVi | ἑτέρου ε οι δὴ S 17 δέη S δέη Vi)665
ψλη΄.
[*](W 650)Δημητρίῳ. (362)
Οἶον ἔχων ἐν χεροῖν ἀγαθὸν οὐκ ἐχρώμην Εὐκαρπίωνα γὰρ τὸν καλὸν πολλαὶ μὲν πολλάκις δεῦρ’ ἤγαγον ἀνάγκαι, τὴν κεφαλὴν δὲ ἐγὼ νοσῶν καὶ δυνάμενος πάλαι διὰ τῆς παρὰ τῷδε ῥαῖσαι τέχνης μικρὰ μὶν αὐτῷ διελέχθην, οὐ μὴν μέχρι τοῦ καὶ ζητῆσαι βοήθειαν προῆλθον.